Revised Common Lectionary (Semicontinuous)
6 Ἐγένετο [a]δὲ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν· καὶ ἦν [b]ἄνθρωπος ἐκεῖ καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά· 7 [c]παρετηροῦντο [d]δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι εἰ ἐν τῷ σαββάτῳ [e]θεραπεύει, ἵνα εὕρωσιν [f]κατηγορεῖν αὐτοῦ. 8 αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν, [g]εἶπεν δὲ τῷ [h]ἀνδρὶ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα· [i]Ἔγειρε καὶ στῆθι εἰς τὸ μέσον· [j]καὶ ἀναστὰς ἔστη. 9 εἶπεν [k]δὲ ὁ Ἰησοῦς πρὸς αὐτούς· [l]Ἐπερωτῶ ὑμᾶς, [m]εἰ ἔξεστιν [n]τῷ σαββάτῳ ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ [o]ἀπολέσαι; 10 καὶ περιβλεψάμενος πάντας αὐτοὺς εἶπεν αὐτῷ· Ἔκτεινον τὴν χεῖρά σου· ὁ δὲ ἐποίησεν, καὶ ἀπεκατεστάθη ἡ χεὶρ [p]αὐτοῦ. 11 αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας, καὶ διελάλουν πρὸς ἀλλήλους τί ἂν ποιήσαιεν τῷ Ἰησοῦ.
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software