Revised Common Lectionary (Complementary)
11 Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί· ὁ καταλαλῶν ἀδελφοῦ [a]ἢ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής. 12 εἷς [b]ἐστιν νομοθέτης [c]καὶ κριτής, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ δὲ τίς εἶ, [d]ὁ κρίνων τὸν [e]πλησίον;
13 Ἄγε νῦν οἱ λέγοντες· Σήμερον [f]ἢ αὔριον [g]πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ [h]ποιήσομεν ἐκεῖ [i]ἐνιαυτὸν καὶ [j]ἐμπορευσόμεθα καὶ [k]κερδήσομεν· 14 οἵτινες οὐκ ἐπίστασθε [l]τὸ τῆς αὔριον [m]ποία ἡ ζωὴ ὑμῶν· ἀτμὶς γάρ [n]ἐστε [o]ἡ πρὸς ὀλίγον φαινομένη, [p]ἔπειτα καὶ ἀφανιζομένη· 15 ἀντὶ τοῦ λέγειν ὑμᾶς· Ἐὰν ὁ κύριος [q]θελήσῃ, καὶ [r]ζήσομεν καὶ [s]ποιήσομεν τοῦτο ἢ ἐκεῖνο. 16 νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν.
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software