The First Beast

13 And I saw a beast rising out of the sea, (A)with ten horns and seven heads, with ten diadems on its horns and (B)blasphemous names on its heads. And the beast that I saw was (C)like a leopard; its feet were like (D)a bear's, and its mouth was like (E)a lion's mouth. And to it (F)the dragon gave his power and (G)his throne and great authority. One of its heads seemed to have a mortal wound, but its mortal wound was healed, and (H)the whole earth marveled as they followed the beast. And they worshiped the dragon, for he had given his authority to the beast, and they worshiped the beast, saying, (I)“Who is like the beast, and who can fight against it?”

And the beast was given (J)a mouth uttering haughty and blasphemous words, and it was allowed to exercise authority for (K)forty-two months. It opened its mouth to utter blasphemies against God, blaspheming his name and his dwelling,[a] that is, those who dwell in heaven. Also it was allowed (L)to make war on the saints and to conquer them.[b] And authority was given it over every tribe and people and language and nation, and all (M)who dwell on earth will worship it, everyone whose name has not been written from the foundation of the world in (N)the book of life of (O)the Lamb (P)who was slain. (Q)If anyone has an ear, let him hear:

10 (R)If anyone is to be taken captive,
    to captivity he goes;
(S)if anyone is to be slain with the sword,
    with the sword must he be slain.

(T)Here is a call for the endurance and faith of the saints.

Footnotes

  1. Revelation 13:6 Or tabernacle
  2. Revelation 13:7 Some manuscripts omit this sentence

18 καὶ [a]ἐστάθη ἐπὶ τὴν ἄμμον τῆς θαλάσσης.

13 Καὶ εἶδον ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον, ἔχον κέρατα δέκα καὶ κεφαλὰς ἑπτά, καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ [b]ὀνόματα βλασφημίας. καὶ τὸ θηρίον ὃ εἶδον ἦν ὅμοιον παρδάλει, καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκου, καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος. καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ καὶ ἐξουσίαν μεγάλην. καὶ μίαν ἐκ τῶν κεφαλῶν αὐτοῦ [c]ὡς ἐσφαγμένην εἰς θάνατον, καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη. καὶ [d]ἐθαυμάσθη [e]ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου, καὶ προσεκύνησαν τῷ δράκοντι [f]ὅτι ἔδωκεν τὴν ἐξουσίαν τῷ θηρίῳ, καὶ προσεκύνησαν τῷ θηρίῳ λέγοντες· Τίς ὅμοιος τῷ θηρίῳ, καὶ τίς [g]δύναται πολεμῆσαι μετ’ αὐτοῦ;

Καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ [h]βλασφημίας, καὶ ἐδόθη αὐτῷ [i]ἐξουσία ποιῆσαι μῆνας [j]τεσσεράκοντα δύο. καὶ ἤνοιξε τὸ στόμα αὐτοῦ εἰς [k]βλασφημίας πρὸς τὸν θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ, τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας. καὶ ἐδόθη αὐτῷ ποιῆσαι πόλεμον μετὰ τῶν ἁγίων καὶ νικῆσαι αὐτούς, καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος. καὶ προσκυνήσουσιν [l]αὐτὸν πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, [m]οὗ οὐ γέγραπται τὸ ὄνομα [n]αὐτοῦ ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου.

Εἴ τις ἔχει οὖς ἀκουσάτω. 10 εἴ τις [o]εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίαν ὑπάγει· εἴ τις ἐν μαχαίρῃ [p]ἀποκτανθῆναι αὐτὸν ἐν μαχαίρῃ ἀποκτανθῆναι. ὧδέ ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων.

Footnotes

  1. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12:18 ἐστάθη WH Treg NIV ] ἐστάθην RP
  2. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:1 ὀνόματα WH Treg RP NA ] ὄνομα NIV
  3. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:3 ὡς WH Treg NIV ] ὡσεὶ RP
  4. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:3 ἐθαυμάσθη WH Treg NIV ] ἐθαύμασεν RP
  5. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:3 ὅλη ἡ γῆ WH NIV RP ] ἐν ὅλῃ τῇ γῇ Treg
  6. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:4 ὅτι ἔδωκεν WH Treg NIV ] τῷ δεδωκότι RP
  7. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:4 δύναται WH Treg NIV ] δύνατος RP
  8. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:5 βλασφημίας WH Treg NIV ] βλασφημίαν RP
  9. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:5 ἐξουσία WH Treg NIV ] + πόλεμον RP
  10. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:5 τεσσεράκοντα Treg RP] + καὶ WH NIV
  11. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:6 βλασφημίας WH Treg NIV ] βλασφημίαν RP
  12. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:8 αὐτὸν WH Treg NIV ] αὐτῷ RP
  13. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:8 οὗ WH Treg NIV] ὧν RP
  14. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:8 αὐτοῦ WH Treg NIV ] – RP
  15. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:10 εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίαν WH NIV ] εἰς αἰχμαλωσίαν Treg; ἔχει αἰχμαλωσίαν RP
  16. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:10 ἀποκτανθῆναι NIV ] ἀποκτενεῖ δεῖ WH Treg RP