Add parallel Print Page Options

30 Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ [a]πάντα ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν. 31 καὶ [b]λέγει αὐτοῖς· Δεῦτε ὑμεῖς αὐτοὶ κατ’ ἰδίαν εἰς ἔρημον τόπον καὶ [c]ἀναπαύσασθε ὀλίγον. ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν εὐκαίρουν. 32 καὶ ἀπῆλθον [d]ἐν τῷ πλοίῳ εἰς ἔρημον τόπον κατ’ ἰδίαν. 33 καὶ εἶδον αὐτοὺς ὑπάγοντας καὶ [e]ἐπέγνωσαν πολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ καὶ προῆλθον *αὐτούς.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:30 πάντα WH Treg NIV ] + καὶ RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:31 λέγει WH Treg NIV ] εἶπεν RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:31 ἀναπαύσασθε WH Treg NIV ] ἀναπαύεσθε RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:32 ἐν τῷ πλοίῳ εἰς ἔρημον τόπον WH NIV ] εἰς ἔρημον τόπον τῷ πλοίῳ Treg RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:33 ἐπέγνωσαν NIV ] + αὐτὸν RP; ἔγνωσαν WH Treg