Add parallel Print Page Options

Καὶ ὁ Ἰησοῦς [a]μετὰ τῶν μαθητῶν αὐτοῦ ἀνεχώρησεν πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας [b]ἠκολούθησεν, καὶ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίας [c]καὶ πέραν τοῦ Ἰορδάνου [d]καὶ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ, [e]ἀκούοντες ὅσα [f]ἐποίει ἦλθον πρὸς αὐτόν. καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον ἵνα μὴ θλίβωσιν αὐτόν· 10 πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται ὅσοι εἶχον μάστιγας. 11 καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν [g]ἐθεώρουν, προσέπιπτον αὐτῷ καὶ [h]ἔκραζον [i]λέγοντα ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ. 12 καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ [j]αὐτὸν φανερὸν [k]ποιήσωσιν.

13 Καὶ ἀναβαίνει εἰς τὸ ὄρος καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός, καὶ ἀπῆλθον πρὸς αὐτόν. 14 καὶ ἐποίησεν [l]δώδεκα, ἵνα ὦσιν μετ’ αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν 15 καὶ ἔχειν [m]ἐξουσίαν ἐκβάλλειν τὰ δαιμόνια·

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:7 μετὰ … αὐτοῦ ἀνεχώρησεν WH Treg NIV ] ἀνεχώρησεν μετὰ … αὐτοῦ RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:7 ἠκολούθησεν WH Treg NIV ] ἠκολούθησαν αὐτῷ RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:8 *καὶ WH Treg RP NA ] + οἱ NIV
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:8 *καὶ WH Treg NIV ] + οἱ RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:8 ἀκούοντες WH Treg NIV ] ἀκούσαντες RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:8 ἐποίει NIV RP ] ποιεῖ WH Treg
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:11 ἐθεώρουν προσέπιπτον WH Treg NIV ] ἐθεώρει προσέπιπτεν RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:11 ἔκραζον WH Treg NIV ] ἔκραζεν RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:11 λέγοντα WH Treg RP ] λέγοντες NIV
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:12 αὐτὸν φανερὸν WH Treg NIV ] φανερὸν αὐτὸν RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:12 ποιήσωσιν WH NIV RP ] ποιῶσιν Treg
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:14 δώδεκα Treg RP ] + οὓς καὶ ἀποστόλους ὠνόμασεν WH NIV
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:15 ἐξουσίαν WH Treg NIV ] θεραπεύειν τὰς νόσους καὶ RP

Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης εἰς τὴν χώραν τῶν [a]Γερασηνῶν. καὶ [b]ἐξελθόντος αὐτοῦ ἐκ τοῦ πλοίου [c]εὐθὺς ὑπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασιν, καὶ [d]οὐδὲ ἁλύσει οὐκέτι οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι καὶ διεσπάσθαι ὑπ’ αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρῖφθαι, καὶ οὐδεὶς [e]ἴσχυεν αὐτὸν δαμάσαι· καὶ διὰ παντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς [f]μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις. [g]καὶ ἰδὼν τὸν Ἰησοῦν ἀπὸ μακρόθεν ἔδραμεν καὶ προσεκύνησεν [h]αὐτόν, καὶ κράξας φωνῇ μεγάλῃ [i]λέγει· Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; ὁρκίζω σε τὸν θεόν, μή με βασανίσῃς. ἔλεγεν γὰρ αὐτῷ· Ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου. καὶ ἐπηρώτα αὐτόν· Τί [j]ὄνομά σοι; καὶ [k]λέγει αὐτῷ· [l]Λεγιὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν· 10 καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ [m]αὐτὰ ἀποστείλῃ ἔξω τῆς χώρας. 11 ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη· 12 καὶ παρεκάλεσαν [n]αὐτὸν λέγοντες· Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν. 13 καὶ ἐπέτρεψεν [o]αὐτοῖς. καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, [p]ὡς δισχίλιοι, καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ. 14 [q]Καὶ οἱ βόσκοντες [r]αὐτοὺς ἔφυγον καὶ [s]ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς· καὶ [t]ἦλθον ἰδεῖν τί ἐστιν τὸ γεγονός. 15 καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον [u]καθήμενον ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν [v]λεγιῶνα, καὶ ἐφοβήθησαν. 16 [w]καὶ διηγήσαντο αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ καὶ περὶ τῶν χοίρων. 17 καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν. 18 καὶ [x]ἐμβαίνοντος αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα [y]μετ’ αὐτοῦ ᾖ. 19 [z]καὶ οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ· Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς, καὶ [aa]ἀπάγγειλον αὐτοῖς ὅσα [ab]ὁ κύριός σοι πεποίηκεν καὶ ἠλέησέν σε. 20 καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ πάντες ἐθαύμαζον.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:1 Γερασηνῶν WH Treg NIV ] Γαδαρηνῶν RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:2 ἐξελθόντος αὐτοῦ WH Treg NIV ] ἐξελθόντι αὐτῷ RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:2 εὐθὺς ὑπήντησεν WH Treg NIV ] εὐθέως ἀπήντησεν RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:3 οὐδὲ ἁλύσει οὐκέτι WH Treg NIV ] οὔτε ἁλύσεσιν RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:4 ἴσχυεν αὐτὸν WH Treg NIV ] αὐτὸν ἴσχυεν RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:5 μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν WH Treg NIV ] ὄρεσιν καὶ ἐν τοῖς μνήμασιν RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:6 καὶ ἰδὼν WH Treg NIV ] Ἰδὼν δὲ RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:6 αὐτόν WH ] αὐτῷ Treg NIV RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:7 λέγει WH Treg NIV ] εἶπεν RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:9 ὄνομά σοι WH Treg NIV ] σοι ὄνομα RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:9 λέγει αὐτῷ WH Treg NIV ] ἀπεκρίθη λέγων RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:9 Λεγιὼν WH Treg NIV ] Λεγεὼν RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:10 αὐτὰ WH Treg NIV ] αὐτοὺς RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:12 αὐτὸν WH Treg NIV ] + πάντες οἱ δαίμονες RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:13 αὐτοῖς WH Treg NIV ] + εὐθέως ὁ Ἰησοῦς RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:13 ὡς WH Treg NIV] ἦσαν δὲ ὡς RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:14 Καὶ οἱ WH Treg NIV ] Οἱ δὲ RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:14 αὐτοὺς WH Treg NIV ] τοὺς χοίρους RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:14 ἀπήγγειλαν WH Treg NIV ] ἀνήγγειλαν RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:14 ἦλθον WH Treg NIV ] ἐξῆλθον RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:15 καθήμενον WH Treg NIV ] + καὶ RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:15 λεγιῶνα WH Treg NIV ] Λεγεῶνα RP
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:16 καὶ διηγήσαντο WH Treg NIV ] Διηγήσαντο δὲ RP
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:18 ἐμβαίνοντος WH Treg NIV ] ἐμβάντος RP
  25. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:18 μετ᾽ αὐτοῦ ᾖ WH Treg NIV ] ᾖ μετ᾽ αὐτοῦ RP
  26. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:19 καὶ WH Treg NIV ] Ὁ δὲ Ἰησοῦς RP
  27. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:19 ἀπάγγειλον WH Treg NIV ] ἀνάγγειλον RP
  28. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:19 ὁ κύριός σοι WH Treg NIV ] σοι ὁ κύριος RP

καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων,

Read full chapter

13 καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.

14 Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶ [a]ἔλεγον ὅτι Ἰωάννης ὁ βαπτίζων [b]ἐγήγερται ἐκ νεκρῶν, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ·

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:14 ἔλεγον WH NIV ] ἔλεγεν Treg RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:14 ἐγήγερται ἐκ νεκρῶν WH Treg NIV ] ἐκ νεκρῶν ἠγέρθη RP