Add parallel Print Page Options

18 καὶ ἦλθεν ὁ δεύτερος λέγων· [a]Ἡ μνᾶ σου, κύριε, ἐποίησεν πέντε μνᾶς. 19 εἶπεν δὲ καὶ τούτῳ· Καὶ σὺ [b]ἐπάνω γίνου πέντε πόλεων. 20 καὶ [c]ὁ ἕτερος ἦλθεν λέγων· Κύριε, ἰδοὺ ἡ μνᾶ σου ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ· 21 ἐφοβούμην γάρ σε ὅτι ἄνθρωπος αὐστηρὸς εἶ, αἴρεις ὃ οὐκ ἔθηκας καὶ θερίζεις ὃ οὐκ ἔσπειρας. 22 [d]λέγει αὐτῷ· Ἐκ τοῦ στόματός σου κρίνω σε, πονηρὲ δοῦλε· ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων ὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ ἔσπειρα; 23 καὶ διὰ τί οὐκ ἔδωκάς [e]μου τὸ ἀργύριον ἐπὶ τράπεζαν; κἀγὼ ἐλθὼν σὺν τόκῳ ἂν [f]αὐτὸ ἔπραξα. 24 καὶ τοῖς παρεστῶσιν εἶπεν· Ἄρατε ἀπ’ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι— 25 καὶ εἶπαν αὐτῷ· Κύριε, ἔχει δέκα μνᾶς— 26 [g]λέγω ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει [h]ἀρθήσεται. 27 πλὴν τοὺς ἐχθρούς μου [i]τούτους τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ’ αὐτοὺς ἀγάγετε ὧδε καὶ κατασφάξατε [j]αὐτοὺς ἔμπροσθέν μου.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:18 Ἡ μνᾶ σου κύριε WH Treg NIV ] Κύριε ἡ μνᾶ σου RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:19 ἐπάνω γίνου WH NIV ] γίνου ἐπάνω Treg RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:20 WH Treg NIV ] – RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:22 λέγει WH Treg NIV ] + δὲ RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:23 μου τὸ ἀργύριον WH Treg NIV ] τὸ ἀργύριόν μου RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:23 αὐτὸ ἔπραξα WH Treg NIV ] ἔπραξα αὐτό RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:26 λέγω WH NIV ] + γὰρ Treg RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:26 ἀρθήσεται WH NIV ] + ἀπ᾽ αὐτοῦ Treg RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:27 τούτους WH Treg NIV ] ἐκείνους RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:27 αὐτοὺς WH Treg NIV ] – RP