Menu
Bible Gateway Plus logo
Bible Gateway logo
account
One verse. Every morning. Get the free Verse of the Day email.
Bible Gateway Plus logo
Bible Gateway logo
We’ve made some updates. Have feedback?
  • Read
    • Reading Plans
    • Advanced Search
    • Available Versions
    • Audio Bibles
  • Study
    • Scripture Engagement
    • More Resources
  • News
  • Explore
    • Newsletters
    • Devotionals
    • Bible Gateway App
    • Bible Audio App
    • Take a Tour
  • Store
    • Bibles
    • Deals
    • More
  • Bible Gateway Plus
SBLGNT
Version
Bible Books Bible Books
SBLGNT
Version
Read
Study
News
Explore
Store
Bible Gateway Plus
Light Mode Dark Mode
Font Size
Log In show menu
Previous Next
Print PrintSettingsSettingsShare ShareParallelParallelExpandExpandCollapse

ΚΑΤΑ ΛΟΥΚΑΝ 19  SBL Greek New Testament

19 Καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ. 2 καὶ ἰδοὺ ἀνὴρ ὀνόματι [a]καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης καὶ [b]αὐτὸς πλούσιος· 3 καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. 4 καὶ προδραμὼν [c]εἰς τὸ ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι. 5 καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ [d]Ἰησοῦς εἶπεν πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι, σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. 6 καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. 7 καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι. 8 σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον· Ἰδοὺ τὰ [e]ἡμίσιά [f]μου τῶν ὑπαρχόντων, κύριε, [g]τοῖς πτωχοῖς δίδωμι, καὶ εἴ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλοῦν. 9 εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν· 10 ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.

11 Ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπεν παραβολὴν διὰ τὸ ἐγγὺς [h]εἶναι Ἰερουσαλὴμ αὐτὸν καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι· 12 εἶπεν οὖν· Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι. 13 καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπεν πρὸς αὐτούς· [i]Πραγματεύσασθε [j]ἐν ᾧ ἔρχομαι. 14 οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες· Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ’ ἡμᾶς. 15 καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς [k]δεδώκει τὸ ἀργύριον, ἵνα [l]γνοῖ τί [m]διεπραγματεύσαντο. 16 παρεγένετο δὲ ὁ πρῶτος λέγων· Κύριε, ἡ μνᾶ σου [n]δέκα προσηργάσατο μνᾶς. 17 καὶ εἶπεν αὐτῷ· [o]Εὖγε, ἀγαθὲ δοῦλε, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων. 18 καὶ ἦλθεν ὁ δεύτερος λέγων· [p]Ἡ μνᾶ σου, κύριε, ἐποίησεν πέντε μνᾶς. 19 εἶπεν δὲ καὶ τούτῳ· Καὶ σὺ [q]ἐπάνω γίνου πέντε πόλεων. 20 καὶ [r]ὁ ἕτερος ἦλθεν λέγων· Κύριε, ἰδοὺ ἡ μνᾶ σου ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ· 21 ἐφοβούμην γάρ σε ὅτι ἄνθρωπος αὐστηρὸς εἶ, αἴρεις ὃ οὐκ ἔθηκας καὶ θερίζεις ὃ οὐκ ἔσπειρας. 22 [s]λέγει αὐτῷ· Ἐκ τοῦ στόματός σου κρίνω σε, πονηρὲ δοῦλε· ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων ὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ ἔσπειρα; 23 καὶ διὰ τί οὐκ ἔδωκάς [t]μου τὸ ἀργύριον ἐπὶ τράπεζαν; κἀγὼ ἐλθὼν σὺν τόκῳ ἂν [u]αὐτὸ ἔπραξα. 24 καὶ τοῖς παρεστῶσιν εἶπεν· Ἄρατε ἀπ’ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι— 25 καὶ εἶπαν αὐτῷ· Κύριε, ἔχει δέκα μνᾶς— 26 [v]λέγω ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει [w]ἀρθήσεται. 27 πλὴν τοὺς ἐχθρούς μου [x]τούτους τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ’ αὐτοὺς ἀγάγετε ὧδε καὶ κατασφάξατε [y]αὐτοὺς ἔμπροσθέν μου.

28 Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα.

29 Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλεν δύο τῶν [z]μαθητῶν 30 [aa]λέγων· Ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ’ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν, [ab]καὶ λύσαντες αὐτὸν ἀγάγετε. 31 καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ· Διὰ τί λύετε; οὕτως [ac]ἐρεῖτε ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει. 32 ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς. 33 λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς· Τί λύετε τὸν πῶλον; 34 οἱ δὲ εἶπαν [ad]ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει. 35 καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιρίψαντες [ae]αὐτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν· 36 πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια [af]ἑαυτῶν ἐν τῇ ὁδῷ. 37 ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ Ὄρους τῶν Ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ [ag]πασῶν ὧν εἶδον δυνάμεων, 38 λέγοντες· Εὐλογημένος ὁ ἐρχόμενος [ah]βασιλεὺς ἐν ὀνόματι κυρίου· [ai]ἐν οὐρανῷ εἰρήνη καὶ δόξα ἐν ὑψίστοις. 39 καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπαν πρὸς αὐτόν· Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου. 40 καὶ ἀποκριθεὶς [aj]εἶπεν· Λέγω ὑμῖν, [ak]ὅτι ἐὰν οὗτοι [al]σιωπήσουσιν, οἱ λίθοι [am]κράξουσιν.

41 Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ’ [an]αὐτήν, 42 λέγων ὅτι Εἰ ἔγνως [ao]ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ σὺ τὰ πρὸς [ap]εἰρήνην— νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου. 43 ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ [aq]παρεμβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν, 44 καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσιν [ar]λίθον ἐπὶ λίθον ἐν σοί, ἀνθ’ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.

45 Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς [as]πωλοῦντας, 46 λέγων αὐτοῖς· Γέγραπται· [at]Καὶ ἔσται ὁ οἶκός μου οἶκος [au]προσευχῆς, ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.

47 Καὶ ἦν διδάσκων τὸ καθ’ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ, 48 καὶ οὐχ [av]εὕρισκον τὸ τί ποιήσωσιν, ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων.

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:2 καλούμενος WH Treg RP NA ] – NIV
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:2 αὐτὸς WH Treg NIV ] οὗτος ἦν RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:4 εἰς τὸ WH Treg NIV ] – RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:5 Ἰησοῦς WH Treg NIV ] + εἶδεν αὐτόν καὶ RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:8 ἡμίσιά WH Treg NIV ] ἡμίση RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:8 μου τῶν ὑπαρχόντων WH Treg NIV ] τῶν ὑπαρχόντων μου RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:8 τοῖς πτωχοῖς δίδωμι WH Treg NIV ] δίδωμι τοῖς πτωχοῖς RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:11 εἶναι Ἰερουσαλὴμ αὐτὸν WH Treg NIV ] αὐτὸν εἶναι Ἰερουσαλὴμ RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:13 Πραγματεύσασθε Treg NIV RP ] πραγματεύσασθαι WH
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:13 ἐν ᾧ WH Treg NIV ] ἕως RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:15 δεδώκει WH Treg NIV ] ἔδωκεν RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:15 γνοῖ WH Treg NIV ] γνῷ τίς RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:15 διεπραγματεύσαντο WH Treg NIV ] διεπραγματεύσατο RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:16 δέκα προσηργάσατο WH Treg NIV ] προσηργάσατο δέκα RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:17 Εὖγε WH Treg NIV ] Εὖ RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:18 Ἡ μνᾶ σου κύριε WH Treg NIV ] Κύριε ἡ μνᾶ σου RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:19 ἐπάνω γίνου WH NIV ] γίνου ἐπάνω Treg RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:20 ὁ WH Treg NIV ] – RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:22 λέγει WH Treg NIV ] + δὲ RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:23 μου τὸ ἀργύριον WH Treg NIV ] τὸ ἀργύριόν μου RP
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:23 αὐτὸ ἔπραξα WH Treg NIV ] ἔπραξα αὐτό RP
  22. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:26 λέγω WH NIV ] + γὰρ Treg RP
  23. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:26 ἀρθήσεται WH NIV ] + ἀπ᾽ αὐτοῦ Treg RP
  24. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:27 τούτους WH Treg NIV ] ἐκείνους RP
  25. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:27 αὐτοὺς WH Treg NIV ] – RP
  26. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:29 μαθητῶν WH NIV ] + αὐτοῦ Treg RP
  27. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:30 λέγων WH Treg NIV ] εἰπών RP
  28. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:30 καὶ WH Treg NIV ] – RP
  29. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:31 ἐρεῖτε WH Treg NIV ] + αὐτῷ RP
  30. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:34 ὅτι WH Treg NIV ] – RP
  31. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:35 αὐτῶν WH Treg NIV ] – RP
  32. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:36 ἑαυτῶν WH Treg ] αὐτῶν NIV RP
  33. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:37 πασῶν WH NIV RP ] πάντων Treg
  34. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:38 βασιλεὺς WH NIV ] ὁ βασιλεὺς Treg RP
  35. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:38 ἐν οὐρανῷ εἰρήνη WH Treg NIV ] εἰρήνη ἐν οὐρανῷ RP
  36. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:40 εἶπεν WH NIV ] + αὐτοῖς Treg RP
  37. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:40 ὅτι Treg RP ] – WH NIV
  38. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:40 σιωπήσουσιν WH Treg NIV ] σιωπήσωσιν RP
  39. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:40 κράξουσιν WH Treg NIV ] κεκράξονται RP
  40. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:41 αὐτήν WH Treg NIV ] αὐτῇ RP
  41. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:42 ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ σὺ WH NIV ] καὶ σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ Treg; καὶ σύ καί γε ἐν τῇ ἡμέρᾳ σου RP
  42. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:42 εἰρήνην WH NIV ] + σου Treg RP
  43. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:43 παρεμβαλοῦσιν WH Treg NIV ] περιβαλοῦσιν RP
  44. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:44 λίθον ἐπὶ λίθον ἐν σοί WH Treg NIV ] ἐν σοὶ λίθον ἐπὶ λίθῳ RP
  45. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:45 πωλοῦντας WH Treg NIV ] + ἐν αὐτῷ καὶ ἀγοράζοντας RP
  46. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:46 Καὶ ἔσται WH Treg NIV ] – RP
  47. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:46 προσευχῆς WH Treg NIV ] + ἐστίν RP
  48. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:48 εὕρισκον NIV RP ] ηὕρισκον WH Treg
Next
ΚΑΤΑ ΛΟΥΚΑΝ 18
ΚΑΤΑ ΛΟΥΚΑΝ 20
Next
dropdown
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

Bible Gateway Plus logo
Bible Gateway logo

Font Size

Font Size

Dark Mode

Light Mode Dark Mode

About

  • About
  • Learn About the Bible
  • Statement of Faith
  • Mobile App
  • Store
  • Blog
  • Newsroom
  • Support Us

Help

  • FAQs
  • Tutorials
  • Use Bible Gateway on Your Site
  • Advertise with us
  • Contact us
  • Privacy policy
  • California Privacy Rights
  • Do Not Sell My Personal Information
  • Site: Terms of use
  • Widget: Terms of use

Our Network

  • FaithGateway
  • StudyGateway
  • ChurchSource
  • HarperCollins Christian Publishing
  • Grupo Nelson
  • Editorial Vida
  • Thomas Nelson
  • WestBow Press
  • Zondervan
  • MasterLectures

Social

  • Facebook
  • Instagram
  • Pinterest
  • TikTok
  • X
  • YouTube

Preferences

  • Versión en español
  • Preferences
  • Classic Bible Gateway
Sign Up for Bible Gateway: News & Knowledge
Get weekly Bible news, info, reflections, and deals in your inbox.

By submitting your email address, you understand that you will receive email communications from Bible Gateway, operated by HarperCollins Christian Publishing, 501 Nelson Pl, Nashville, TN 37214 USA, including commercial communications and messages from partners of Bible Gateway. You may unsubscribe from Bible Gateway’s emails at any time. If you have any questions, please review our Privacy Policy or email us at privacy@biblegateway.com.

Preferences

  • Versión en español
  • Preferences
  • Classic Bible Gateway