ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:35-38
SBL Greek New Testament
35 Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν [a]μαλακίαν. 36 Ἰδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν ὅτι ἦσαν ἐσκυλμένοι καὶ ἐρριμμένοι [b]ὡσεὶ πρόβατα μὴ ἔχοντα ποιμένα. 37 τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ· Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· 38 δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:35 μαλακίαν WH Treg NIV ] + ἐν τῷ λαῷ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:36 ὡσεὶ WH NIV RP ] ὡς Treg
ΚΑΤΑ ΜΑΡΚΟΝ 6:6
SBL Greek New Testament
6 καὶ [a]ἐθαύμαζεν διὰ τὴν ἀπιστίαν αὐτῶν.
Καὶ περιῆγεν τὰς κώμας κύκλῳ διδάσκων.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 6:6 ἐθαύμαζεν Treg NIV RP ] ἐθαύμασεν WH
ΚΑΤΑ ΜΑΡΚΟΝ 6:34
SBL Greek New Testament
34 καὶ ἐξελθὼν [a]εἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ’ [b]αὐτοὺς ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα, καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 6:34 εἶδεν WH Treg NIV ] + ὁ Ἰησοῦς RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 6:34 αὐτοὺς WH Treg NIV ] αὐτοῖς RP
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:1
SBL Greek New Testament
8 Καὶ ἐγένετο ἐν τῷ καθεξῆς καὶ αὐτὸς διώδευεν κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ θεοῦ, καὶ οἱ δώδεκα σὺν αὐτῷ,
Read full chapter
ΚΑΤΑ ΛΟΥΚΑΝ 10:2
SBL Greek New Testament
2 ἔλεγεν [a]δὲ πρὸς αὐτούς· Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως [b]ἐργάτας ἐκβάλῃ εἰς τὸν θερισμὸν αὐτοῦ.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 10:2 δὲ WH Treg NIV ] οὖν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 10:2 ἐργάτας ἐκβάλῃ WH Treg NIV ] ἐκβάλῃ ἐργάτας RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software