ΚΑΤΑ ΜΑΡΚΟΝ 6:5-13
SBL Greek New Testament
5 καὶ οὐκ ἐδύνατο ἐκεῖ [a]ποιῆσαι οὐδεμίαν δύναμιν, εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσεν· 6 καὶ [b]ἐθαύμαζεν διὰ τὴν ἀπιστίαν αὐτῶν.
Καὶ περιῆγεν τὰς κώμας κύκλῳ διδάσκων. 7 καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων, 8 καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν εἰ μὴ ῥάβδον μόνον, μὴ [c]ἄρτον, μὴ πήραν, μὴ εἰς τὴν ζώνην χαλκόν, 9 ἀλλὰ ὑποδεδεμένους σανδάλια, καὶ μὴ [d]ἐνδύσησθε δύο χιτῶνας. 10 καὶ ἔλεγεν αὐτοῖς· Ὅπου [e]ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν. 11 καὶ [f]ὃς ἂν τόπος μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον [g]αὐτοῖς. 12 Καὶ ἐξελθόντες [h]ἐκήρυξαν ἵνα [i]μετανοῶσιν, 13 καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 6:5 ποιῆσαι οὐδεμίαν δύναμιν WH Treg NIV ] οὐδεμίαν δύναμιν ποιῆσαι RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 6:6 ἐθαύμαζεν Treg NIV RP ] ἐθαύμασεν WH
- ΚΑΤΑ ΜΑΡΚΟΝ 6:8 ἄρτον μὴ πήραν WH Treg NIV ] πήραν μὴ ἄρτον RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 6:9 ἐνδύσησθε Treg NIV RP ] ἐνδύσασθαι WH
- ΚΑΤΑ ΜΑΡΚΟΝ 6:10 ἐὰν WH NIV RP ] ἂν Treg
- ΚΑΤΑ ΜΑΡΚΟΝ 6:11 ὃς ἂν τόπος μὴ δέξηται WH Treg NIV ] ὅσοι ἂν μὴ δέξωνται RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 6:11 αὐτοῖς WH Treg NIV ] + Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται Σοδόμοις ἢ Γομόρροις ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ. RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 6:12 ἐκήρυξαν WH Treg NIV ] ἐκήρυσσον RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 6:12 μετανοῶσιν WH Treg NIV ] μετανοήσωσιν RP

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software