ΚΑΤΑ ΜΑΡΚΟΝ 6:30-45
SBL Greek New Testament
30 Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ [a]πάντα ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν. 31 καὶ [b]λέγει αὐτοῖς· Δεῦτε ὑμεῖς αὐτοὶ κατ’ ἰδίαν εἰς ἔρημον τόπον καὶ [c]ἀναπαύσασθε ὀλίγον. ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν εὐκαίρουν. 32 καὶ ἀπῆλθον [d]ἐν τῷ πλοίῳ εἰς ἔρημον τόπον κατ’ ἰδίαν. 33 καὶ εἶδον αὐτοὺς ὑπάγοντας καὶ [e]ἐπέγνωσαν πολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ καὶ προῆλθον *αὐτούς. 34 καὶ ἐξελθὼν [f]εἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ’ [g]αὐτοὺς ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα, καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά. 35 Καὶ ἤδη ὥρας πολλῆς γενομένης προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ [h]ἔλεγον ὅτι Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἤδη ὥρα πολλή· 36 ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς [i]τί φάγωσιν. 37 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. καὶ λέγουσιν αὐτῷ· Ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους καὶ [j]δώσομεν αὐτοῖς φαγεῖν; 38 ὁ δὲ λέγει αὐτοῖς· Πόσους [k]ἔχετε ἄρτους; [l]ὑπάγετε ἴδετε. καὶ γνόντες λέγουσιν· Πέντε, καὶ δύο ἰχθύας. 39 καὶ ἐπέταξεν αὐτοῖς [m]ἀνακλῖναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ. 40 καὶ ἀνέπεσαν πρασιαὶ πρασιαὶ [n]κατὰ ἑκατὸν καὶ [o]κατὰ πεντήκοντα. 41 καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους καὶ ἐδίδου τοῖς μαθηταῖς [p]αὐτοῦ ἵνα [q]παρατιθῶσιν αὐτοῖς, καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν. 42 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν· 43 καὶ ἦραν [r]κλάσματα δώδεκα κοφίνων πληρώματα καὶ ἀπὸ τῶν ἰχθύων. 44 καὶ ἦσαν οἱ φαγόντες [s]τοὺς ἄρτους πεντακισχίλιοι ἄνδρες.
45 Καὶ [t]εὐθὺς ἠνάγκασεν τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν [u]εἰς τὸ πέραν πρὸς Βηθσαϊδάν, ἕως αὐτὸς [v]ἀπολύει τὸν ὄχλον.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 6:30 πάντα WH Treg NIV ] + καὶ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 6:31 λέγει WH Treg NIV ] εἶπεν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 6:31 ἀναπαύσασθε WH Treg NIV ] ἀναπαύεσθε RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 6:32 ἐν τῷ πλοίῳ εἰς ἔρημον τόπον WH NIV ] εἰς ἔρημον τόπον τῷ πλοίῳ Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 6:33 ἐπέγνωσαν NIV ] + αὐτὸν RP; ἔγνωσαν WH Treg
- ΚΑΤΑ ΜΑΡΚΟΝ 6:34 εἶδεν WH Treg NIV ] + ὁ Ἰησοῦς RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 6:34 αὐτοὺς WH Treg NIV ] αὐτοῖς RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 6:35 ἔλεγον WH Treg NIV ] λέγουσιν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 6:36 τί φάγωσιν WH Treg NIV ] ἄρτους. Τί γὰρ φάγωσιν οὐκ ἔχουσιν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 6:37 δώσομεν WH Treg NIV ] δῶμεν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 6:38 ἔχετε ἄρτους WH ] ἄρτους ἔχετε Treg NIV RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 6:38 ὑπάγετε WH Treg NIV ] + καὶ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 6:39 ἀνακλῖναι Treg NIV RP ] ἀνακλιθῆναι WH
- ΚΑΤΑ ΜΑΡΚΟΝ 6:40 *κατὰ WH Treg NIV ] ἀνὰ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 6:40 *κατὰ WH Treg NIV ] ἀνὰ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 6:41 αὐτοῦ NIV RP ] – WH Treg
- ΚΑΤΑ ΜΑΡΚΟΝ 6:41 παρατιθῶσιν WH NIV ] παραθῶσιν Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 6:43 κλάσματα δώδεκα κοφίνων πληρώματα WH NIV ] κλασμάτων δώδεκα κοφίνους πληρώματα Treg; κλασμάτων δώδεκα κοφίνους πλήρεις RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 6:44 τοὺς ἄρτους WH Treg RP NA ] – NIV
- ΚΑΤΑ ΜΑΡΚΟΝ 6:45 εὐθὺς WH Treg NIV ] εὐθέως RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 6:45 εἰς τὸ πέραν WH Treg RP NA ] – NIV
- ΚΑΤΑ ΜΑΡΚΟΝ 6:45 ἀπολύει WH Treg NIV ] ἀπολύσῃ RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software