Add parallel Print Page Options

30 Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ [a]πάντα ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν. 31 καὶ [b]λέγει αὐτοῖς· Δεῦτε ὑμεῖς αὐτοὶ κατ’ ἰδίαν εἰς ἔρημον τόπον καὶ [c]ἀναπαύσασθε ὀλίγον. ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν εὐκαίρουν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:30 πάντα WH Treg NIV ] + καὶ RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:31 λέγει WH Treg NIV ] εἶπεν RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:31 ἀναπαύσασθε WH Treg NIV ] ἀναπαύεσθε RP

10 Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατ’ ἰδίαν εἰς [a]πόλιν καλουμένην Βηθσαϊδά.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:10 πόλιν καλουμένην Βηθσαϊδά WH Treg NIV ] τόπον ἔρημον πόλεως καλουμένης Βηθσαϊδάν RP