Add parallel Print Page Options

37 ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ Ὄρους τῶν Ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ [a]πασῶν ὧν εἶδον δυνάμεων, 38 λέγοντες· Εὐλογημένος ὁ ἐρχόμενος [b]βασιλεὺς ἐν ὀνόματι κυρίου· [c]ἐν οὐρανῷ εἰρήνη καὶ δόξα ἐν ὑψίστοις. 39 καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπαν πρὸς αὐτόν· Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:37 πασῶν WH NIV RP ] πάντων Treg
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:38 βασιλεὺς WH NIV ] ὁ βασιλεὺς Treg RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:38 ἐν οὐρανῷ εἰρήνη WH Treg NIV ] εἰρήνη ἐν οὐρανῷ RP