Add parallel Print Page Options

καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. καὶ προδραμὼν [a]εἰς τὸ ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι. καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ [b]Ἰησοῦς εἶπεν πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι, σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:4 εἰς τὸ WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:5 Ἰησοῦς WH Treg NIV ] + εἶδεν αὐτόν καὶ RP