ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12
SBL Greek New Testament
12 Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν [a]Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν [b]Ἰησοῦς. 2 ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει, ὁ δὲ Λάζαρος εἷς ἦν [c]ἐκ τῶν ἀνακειμένων σὺν αὐτῷ· 3 ἡ οὖν [d]Μαριὰμ λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου ἤλειψεν τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξεν ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. 4 λέγει [e]δὲ [f]Ἰούδας ὁ Ἰσκαριώτης εἷς τῶν μαθητῶν αὐτοῦ, ὁ μέλλων αὐτὸν παραδιδόναι· 5 Διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς; 6 εἶπεν δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ’ ὅτι κλέπτης ἦν καὶ τὸ γλωσσόκομον [g]ἔχων τὰ βαλλόμενα ἐβάσταζεν. 7 εἶπεν οὖν ὁ Ἰησοῦς· Ἄφες αὐτήν, [h]ἵνα εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου [i]τηρήσῃ αὐτό· 8 τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ’ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
9 Ἔγνω [j]οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστιν, καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ’ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν. 10 ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, 11 ὅτι πολλοὶ δι’ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν.
12 Τῇ ἐπαύριον [k]ὁ ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται [l]ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα, 13 ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ, καὶ [m]ἐκραύγαζον· Ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, [n]καὶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. 14 εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ’ αὐτό, καθώς ἐστιν γεγραμμένον· 15 Μὴ φοβοῦ, θυγάτηρ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται, καθήμενος ἐπὶ πῶλον ὄνου. 16 [o]ταῦτα οὐκ ἔγνωσαν [p]αὐτοῦ οἱ μαθηταὶ τὸ πρῶτον, ἀλλ’ ὅτε ἐδοξάσθη Ἰησοῦς τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ’ αὐτῷ γεγραμμένα καὶ ταῦτα ἐποίησαν αὐτῷ. 17 ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ’ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. 18 διὰ τοῦτο [q]καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος ὅτι [r]ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον. 19 οἱ οὖν Φαρισαῖοι εἶπαν πρὸς ἑαυτούς· Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν· ἴδε ὁ [s]κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν.
20 Ἦσαν δὲ [t]Ἕλληνές τινες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ· 21 οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες· Κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν. 22 ἔρχεται [u]ὁ Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ· [v]ἔρχεται Ἀνδρέας καὶ Φίλιππος [w]καὶ λέγουσιν τῷ Ἰησοῦ. 23 ὁ δὲ Ἰησοῦς [x]ἀποκρίνεται αὐτοῖς λέγων· Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου. 24 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. 25 ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ [y]ἀπολλύει αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. 26 ἐὰν ἐμοί [z]τις διακονῇ ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγὼ ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· [aa]ἐάν τις ἐμοὶ διακονῇ τιμήσει αὐτὸν ὁ πατήρ.
27 Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω; πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. 28 πάτερ, δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. 29 ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγεν βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον· Ἄγγελος αὐτῷ λελάληκεν. 30 ἀπεκρίθη [ab]Ἰησοῦς καὶ εἶπεν· Οὐ δι’ ἐμὲ [ac]ἡ φωνὴ αὕτη γέγονεν ἀλλὰ δι’ ὑμᾶς. 31 νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· 32 κἀγὼ [ad]ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. 33 τοῦτο δὲ ἔλεγεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν. 34 ἀπεκρίθη [ae]οὖν αὐτῷ ὁ ὄχλος· Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ χριστὸς μένει εἰς τὸν αἰῶνα, καὶ πῶς [af]λέγεις σὺ [ag]ὅτι δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου; 35 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἔτι μικρὸν χρόνον τὸ φῶς [ah]ἐν ὑμῖν ἐστιν. περιπατεῖτε [ai]ὡς τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ, καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει. 36 [aj]ὡς τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε.
Ταῦτα [ak]ἐλάλησεν Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ’ αὐτῶν. 37 τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν, 38 ἵνα ὁ λόγος Ἠσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπεν· Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; 39 διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν ὅτι πάλιν εἶπεν Ἠσαΐας· 40 Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ [al]ἐπώρωσεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ νοήσωσιν τῇ καρδίᾳ καὶ [am]στραφῶσιν, καὶ [an]ἰάσομαι αὐτούς. 41 ταῦτα εἶπεν Ἠσαΐας [ao]ὅτι εἶδεν τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησεν περὶ αὐτοῦ. 42 ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν ἵνα μὴ ἀποσυνάγωγοι γένωνται, 43 ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ θεοῦ.
44 Ἰησοῦς δὲ ἔκραξεν καὶ εἶπεν· Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλὰ εἰς τὸν πέμψαντά με, 45 καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με. 46 ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. 47 καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ [ap]φυλάξῃ, ἐγὼ οὐ κρίνω αὐτόν, οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον ἀλλ’ ἵνα σώσω τὸν κόσμον. 48 ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· 49 ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ’ ὁ πέμψας με πατὴρ αὐτός μοι ἐντολὴν [aq]δέδωκεν τί εἴπω καὶ τί λαλήσω. 50 καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν. ἃ οὖν [ar]ἐγὼ λαλῶ, καθὼς εἴρηκέν μοι ὁ πατήρ, οὕτως λαλῶ.
Footnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:1 Λάζαρος WH NIV ] + ὁ τεθνηκώς Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:1 Ἰησοῦς WH NIV] ὁ Ἰησοῦς Treg; – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:2 ἐκ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:3 Μαριὰμ WH Treg NIV ] Μαρία RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:4 δὲ WH NIV ] οὖν Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:4 Ἰούδας ὁ Ἰσκαριώτης εἷς τῶν μαθητῶν αὐτοῦ WH Treg ] Ἰούδας ὁ Ἰσκαριώτης εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ NIV; εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ Ἰούδας Σίμωνος Ἰσκαριώτης RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:6 ἔχων WH Treg NIV ] εἶχεν καὶ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:7 ἵνα WH Treg NIV ] – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:7 τηρήσῃ WH Treg NIV ] τετήρηκεν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:9 οὖν Treg RP ] + ὁ WH NIV
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:12 *ὁ WH NIV ] – Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:12 *ὁ NIV ] – WH Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:13 ἐκραύγαζον WH Treg NIV ] ἔκραζον RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:13 καὶ ὁ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:16 ταῦτα WH Treg NIV ] + δὲ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:16 αὐτοῦ οἱ μαθηταὶ WH NIV ] οἱ μαθηταὶ αὐτοῦ Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:18 καὶ WH RP NA ] – Treg NIV
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:18 ἤκουσαν WH Treg NIV ] ἤκουσεν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:19 κόσμος WH Treg RP NA ] + ὅλος NIV
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:20 Ἕλληνές τινες WH Treg NIV ] τινες Ἕλληνές RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:22 ὁ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:22 ἔρχεται WH Treg NIV ] καὶ πάλιν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:22 καὶ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:23 ἀποκρίνεται WH Treg NIV ] ἀπεκρίνατο RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:25 ἀπολλύει WH Treg NIV ] ἀπολέσει RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:26 τις διακονῇ WH Treg NIV ] διακονῇ τις RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:26 ἐάν WH Treg NIV ] καὶ ἐάν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:30 Ἰησοῦς καὶ εἶπεν Treg NIV RP ] καὶ εἶπεν Ἰησοῦς WH
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:30 ἡ φωνὴ αὕτη WH Treg NIV ] αὕτη ἡ φωνὴ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:32 ἐὰν Treg NIV RP ] ἂν WH
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:34 οὖν WH NIV ] – Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:34 λέγεις σὺ WH Treg NIV] σὺ λέγεις RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:34 ὅτι WH Treg NIV ] – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:35 ἐν ὑμῖν WH Treg NIV ] μεθ᾽ ὑμῶν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:35 ὡς WH Treg NIV ] ἕως RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:36 ὡς WH Treg NIV ] Ἕως RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:36 ἐλάλησεν WH Treg NIV ] + ὁ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:40 ἐπώρωσεν WH Treg NIV ] πεπώρωκεν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:40 στραφῶσιν WH Treg NIV ] ἐπιστραφῶσιν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:40 ἰάσομαι WH Treg NIV ] ἰάσωμαι RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:41 ὅτι WH Treg NIV ] ὅτε RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:47 φυλάξῃ WH Treg NIV ] πιστεύσῃ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:49 δέδωκεν WH Treg NIV ] ἔδωκεν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:50 ἐγὼ λαλῶ WH Treg NIV ] λαλῶ ἐγὼ RP
John 12
Worldwide English (New Testament)
12 Six days before the Passover Feast Jesus came to Bethany where Lazarus lived. This was the Lazarus that Jesus had raised from death.
2 The people made supper for Jesus. Martha helped give food for the people, and Lazarus was one of those who sat at the table with Jesus.
3 Mary had a jar of oil. It smelled very nice and cost much money. She put some of it on Jesus' feet. Then she wiped his feet with her hair. The smell of oil went all through the house.
4 Judas, the son of Simon Iscariot, was there. He was one of the disciples, the one who was going to give Jesus over to the people who hated him.
5 He said, `This oil is worth a year's wages! Why did we not sell it and give the money to poor people?'
6 Judas did not say this because he cared for poor people. But he used to steal. He carried the disciples' money bag and he used to take money out of the bag for himself.
7 Then Jesus said, `Leave her alone. She has kept this oil for the time when they will bury me.
8 You will have poor people with you always. But you will not always have me with you.'
9 Many of the Jews knew that Jesus was at Bethany. So they came because Jesus was there. But they also came to see Lazarus, whom Jesus had raised from death.
10 The chief priests planned to kill Lazarus also.
11 Many of the Jews left the priests and believed in Jesus, because of Lazarus.
12 The next day Jesus went to Jerusalem. Many people who were at the feast heard that he was coming.
13 So they took branches of palm trees and went to meet him. They shouted, `Praise God! God bless the King of Israel! He is coming in the name of the Lord!'
14 Then Jesus found a young donkey and rode on it. He did as the holy writings say,
15 `Do not fear, people of Jerusalem. Your King is coming. He will be riding on a young donkey.'
16 His disciples did not understand this at first. But when God had made Jesus great, then they remembered what the holy writings said about him. They remembered that people had done these things to him.
17 Many people were with Jesus when he called Lazarus out of the grave and raised him from death. They had talked about what he did.
18 That is why many people went out to meet Jesus. They had heard about the big work he did.
19 The Pharisees said to each other, `See, you cannot stop this thing. People everywhere are going after him.'
20 Some of the people who came to worship God at the feast were Greek people.
21 They came to Philip who was from Bethsaida in Galilee. They said, `Sir, we want to see Jesus.'
22 Philip came to Andrew and told him. Then they both went and told Jesus.
23 Jesus said, `The time has come when the Son of Man will be made great.
24 I tell you the truth. If a seed of grain is not put in the ground to die, it will be only a seed. But if it dies, it will bear many seeds.
25 Anyone who tries to keep his life will lose it. Anyone who gives up his life in this world will live for ever in the next world.
26 If anyone wants to do my work, he must go where I go. Then he and I will be together. My Father will honour everyone who works for me.
27 `Now my heart is very sad. Shall I say, "Father, save me from this time of trouble"? No, I have come to this time just so that I might go through it.
28 Father, do what will make your name great.' Then a voice from the sky said, `I have already done that and I will do it again.'
29 Some people were standing near. When they heard the voice, they said, `It is thundering.' Other people said, `An angel talked to him.'
30 Jesus answered them, `This voice did not come for my sake, but it came for your sake.
31 It is time now for the world to be judged. The ruler of this world will be put out.
32 And as for me, if they lift me up from the earth, I will draw all people to me.'
33 He said this to show how he would die.
34 The people answered him, `Our law book tells us that Christ will stay here for ever. Why do you say, "The Son of Man will be raised up from the earth"? Tell us who this Son of Man is.'
35 Then Jesus said to them, `You have light for a short time longer. Walk while you have the light so that you will not need to walk in the dark. The person who walks in the dark cannot see where he is going.
36 Believe in the light while you have the light, so that you may be a people who have the light in you.' When Jesus had said this, he left them. They did not know where he was.
37 Even though they had seen Jesus doing many big works, they did not believe in him.
38 What the prophet Isaiah said came true. He said, `Lord, who has believed what we told them? Who has believed even though they have seen the power of God's hand?'
40 So they could not believe. Isaiah said also, `God has made them blind. Their hearts have no feeling. They cannot see. They do not understand with their heart. They will not turn to God. If they did turn, he would heal them.'
41 Isaiah said this about the Christ when he saw how great he was.
42 Some of the chief rulers believed in Jesus, but they did not tell anyone that they believed in him. They were afraid the Pharisees would put them out of the meeting place.
43 They wanted the praise of men more than the praise of God.
44 Jesus called out, `Anyone who believes in me does not believe just in me, but in the one who sent me.
45 Anyone who sees me sees the one who sent me.
46 I am a light and have come into the world. Anyone who believes in me will not be in the dark.
47 If anyone hears what I say and does not believe it, I do not judge him. I did not come to judge the world. I came to save the world.
48 The one who will not believe in me and will not listen to what I say will be judged anyway. The same things that I have said will judge him on the last day.
49 `I have not said this from my own mind, but my Father who sent me told me what to say. He told me what to tell you.
50 I know that what he told me to say has power to give life for ever. So I say everything my Father has told me to say.'
John 12
New King James Version
The Anointing at Bethany(A)
12 Then, six days before the Passover, Jesus came to Bethany, (B)where Lazarus was [a]who had been dead, whom He had raised from the dead. 2 (C)There they made Him a supper; and Martha served, but Lazarus was one of those who sat at the table with Him. 3 Then (D)Mary took a pound of very costly oil of (E)spikenard, anointed the feet of Jesus, and wiped His feet with her hair. And the house was filled with the fragrance of the oil.
4 But one of His disciples, (F)Judas Iscariot, Simon’s son, who would betray Him, said, 5 “Why was this fragrant oil not sold for [b]three hundred denarii and given to the poor?” 6 This he said, not that he cared for the poor, but because he was a thief, and (G)had the money box; and he used to take what was put in it.
7 But Jesus said, “Let her alone; [c]she has kept this for the day of My burial. 8 For (H)the poor you have with you always, but Me you do not have always.”
The Plot to Kill Lazarus
9 Now a great many of the Jews knew that He was there; and they came, not for Jesus’ sake only, but that they might also see Lazarus, (I)whom He had raised from the dead. 10 (J)But the chief priests plotted to put Lazarus to death also, 11 (K)because on account of him many of the Jews went away and believed in Jesus.
The Triumphal Entry(L)
12 (M)The next day a great multitude that had come to the feast, when they heard that Jesus was coming to Jerusalem, 13 took branches of palm trees and went out to meet Him, and cried out:
“Hosanna!
(N)‘Blessed is He who comes in the name of the Lord!’
The King of Israel!”
14 (O)Then Jesus, when He had found a young donkey, sat on it; as it is written:
15 “Fear(P) not, daughter of Zion;
Behold, your King is coming,
Sitting on a donkey’s colt.”
16 (Q)His disciples did not understand these things at first; (R)but when Jesus was glorified, (S)then they remembered that these things were written about Him and that they had done these things to Him.
17 Therefore the people, who were with Him when He called Lazarus out of his tomb and raised him from the dead, bore witness. 18 (T)For this reason the people also met Him, because they heard that He had done this sign. 19 The Pharisees therefore said among themselves, (U)“You see that you are accomplishing nothing. Look, the world has gone after Him!”
The Fruitful Grain of Wheat
20 Now there (V)were certain Greeks among those (W)who came up to worship at the feast. 21 Then they came to Philip, (X)who was from Bethsaida of Galilee, and asked him, saying, “Sir, we wish to see Jesus.”
22 Philip came and told Andrew, and in turn Andrew and Philip told Jesus.
23 But Jesus answered them, saying, (Y)“The hour has come that the Son of Man should be glorified. 24 Most assuredly, I say to you, (Z)unless a grain of wheat falls into the ground and dies, it remains alone; but if it dies, it produces much [d]grain. 25 (AA)He who loves his life will lose it, and he who hates his life in this world will keep it for eternal life. 26 If anyone serves Me, let him (AB)follow Me; and (AC)where I am, there My servant will be also. If anyone serves Me, him My Father will honor.
Jesus Predicts His Death on the Cross
27 (AD)“Now My soul is troubled, and what shall I say? ‘Father, save Me from this hour’? (AE)But for this purpose I came to this hour. 28 Father, glorify Your name.”
(AF)Then a voice came from heaven, saying, “I have both glorified it and will glorify it again.”
29 Therefore the people who stood by and heard it said that it had thundered. Others said, “An angel has spoken to Him.”
30 Jesus answered and said, (AG)“This voice did not come because of Me, but for your sake. 31 Now is the judgment of this world; now (AH)the ruler of this world will be cast out. 32 And I, (AI)if I am [e]lifted up from the earth, will draw (AJ)all peoples to Myself.” 33 (AK)This He said, signifying by what death He would die.
34 The people answered Him, (AL)“We have heard from the law that the Christ remains forever; and how can You say, ‘The Son of Man must be lifted up’? Who is this Son of Man?”
35 Then Jesus said to them, “A little while longer (AM)the light is with you. (AN)Walk while you have the light, lest darkness overtake you; (AO)he who walks in darkness does not know where he is going. 36 While you have the light, believe in the light, that you may become (AP)sons of light.” These things Jesus spoke, and departed, and (AQ)was hidden from them.
Who Has Believed Our Report?
37 But although He had done so many (AR)signs before them, they did not believe in Him, 38 that the word of Isaiah the prophet might be fulfilled, which he spoke:
(AS)“Lord, who has believed our report?
And to whom has the arm of the Lord been revealed?”
39 Therefore they could not believe, because Isaiah said again:
40 “He(AT) has blinded their eyes and hardened their hearts,
(AU)Lest they should see with their eyes,
Lest they should understand with their hearts and turn,
So that I should heal them.”
41 (AV)These things Isaiah said [f]when he saw His glory and spoke of Him.
Walk in the Light
42 Nevertheless even among the rulers many believed in Him, but (AW)because of the Pharisees they did not confess Him, lest they should be put out of the synagogue; 43 (AX)for they loved the praise of men more than the praise of God.
44 Then Jesus cried out and said, (AY)“He who believes in Me, (AZ)believes not in Me (BA)but in Him who sent Me. 45 And (BB)he who sees Me sees Him who sent Me. 46 (BC)I have come as a light into the world, that whoever believes in Me should not abide in darkness. 47 And if anyone hears My words and does not [g]believe, (BD)I do not judge him; for (BE)I did not come to judge the world but to save the world. 48 (BF)He who rejects Me, and does not receive My words, has that which judges him—(BG)the word that I have spoken will judge him in the last day. 49 For (BH)I have not spoken on My own authority; but the Father who sent Me gave Me a command, (BI)what I should say and what I should speak. 50 And I know that His command is everlasting life. Therefore, whatever I speak, just as the Father has told Me, so I (BJ)speak.”
Footnotes
- John 12:1 NU omits who had been dead
- John 12:5 About one year’s wages for a worker
- John 12:7 NU that she may keep
- John 12:24 Lit. fruit
- John 12:32 Crucified
- John 12:41 NU because
- John 12:47 NU keep them
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software
© 1969, 1971, 1996, 1998 by SOON Educational Publications
Scripture taken from the New King James Version®. Copyright © 1982 by Thomas Nelson. Used by permission. All rights reserved.