ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3
SBL Greek New Testament
3 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἔχων τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας·
Οἶδά σου τὰ ἔργα, ὅτι ὄνομα ἔχεις ὅτι ζῇς, καὶ νεκρὸς εἶ. 2 γίνου γρηγορῶν, καὶ στήρισον τὰ λοιπὰ ἃ [a]ἔμελλον ἀποθανεῖν, οὐ γὰρ εὕρηκά σου [b]τὰ ἔργα πεπληρωμένα ἐνώπιον τοῦ θεοῦ μου· 3 μνημόνευε οὖν πῶς εἴληφας καὶ ἤκουσας καὶ τήρει, καὶ μετανόησον· ἐὰν οὖν μὴ γρηγορήσῃς, [c]ἥξω ὡς κλέπτης, καὶ οὐ μὴ [d]γνῷς ποίαν ὥραν ἥξω ἐπὶ σέ· 4 ἀλλὰ [e]ἔχεις ὀλίγα ὀνόματα ἐν Σάρδεσιν ἃ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν, καὶ περιπατήσουσιν μετ’ ἐμοῦ ἐν λευκοῖς, ὅτι ἄξιοί εἰσιν. 5 ὁ νικῶν [f]οὕτως περιβαλεῖται ἐν ἱματίοις λευκοῖς, καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς, καὶ ὁμολογήσω τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ. 6 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
7 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφείᾳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινός, ὁ ἔχων τὴν κλεῖν [g]Δαυίδ, ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει, [h]καὶ κλείων καὶ οὐδεὶς [i]ἀνοίγει·
8 Οἶδά σου τὰ ἔργα— ἰδοὺ δέδωκα ἐνώπιόν σου θύραν ἠνεῳγμένην, ἣν οὐδεὶς δύναται κλεῖσαι αὐτήν— ὅτι μικρὰν ἔχεις δύναμιν, καὶ ἐτήρησάς μου τὸν λόγον, καὶ οὐκ ἠρνήσω τὸ ὄνομά μου. 9 ἰδοὺ [j]διδῶ ἐκ τῆς συναγωγῆς τοῦ Σατανᾶ, τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι, καὶ οὐκ εἰσὶν ἀλλὰ ψεύδονται— ἰδοὺ ποιήσω αὐτοὺς ἵνα [k]ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιον τῶν ποδῶν σου, καὶ γνῶσιν ὅτι [l]ἐγὼ ἠγάπησά σε. 10 ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης, πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. 11 ἔρχομαι ταχύ· κράτει ὃ ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου. 12 ὁ νικῶν ποιήσω αὐτὸν στῦλον ἐν τῷ ναῷ τοῦ θεοῦ μου, καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι, καὶ γράψω ἐπ’ αὐτὸν τὸ ὄνομα τοῦ θεοῦ μου καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ θεοῦ μου, τῆς καινῆς Ἰερουσαλήμ, ἡ [m]καταβαίνουσα ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ μου, καὶ τὸ ὄνομά μου τὸ καινόν. 13 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
14 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ Ἀμήν, ὁ μάρτυς ὁ πιστὸς [n]καὶ ἀληθινός, ἡ ἀρχὴ τῆς κτίσεως τοῦ θεοῦ·
15 Οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός. ὄφελον ψυχρὸς ἦς ἢ ζεστός. 16 οὕτως, ὅτι χλιαρὸς εἶ καὶ [o]οὔτε ζεστὸς οὔτε ψυχρός, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου. 17 ὅτι λέγεις [p]ὅτι Πλούσιός εἰμι καὶ πεπλούτηκα καὶ [q]οὐδὲν χρείαν ἔχω, καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος [r]καὶ ἐλεεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός, 18 συμβουλεύω σοι ἀγοράσαι [s]παρ’ ἐμοῦ χρυσίον πεπυρωμένον ἐκ πυρὸς ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκὰ ἵνα περιβάλῃ καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου, καὶ κολλούριον [t]ἐγχρῖσαι τοὺς ὀφθαλμούς σου ἵνα βλέπῃς. 19 ἐγὼ ὅσους ἐὰν φιλῶ ἐλέγχω καὶ παιδεύω· [u]ζήλευε οὖν καὶ μετανόησον. 20 ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν, [v]καὶ εἰσελεύσομαι πρὸς αὐτὸν καὶ δειπνήσω μετ’ αὐτοῦ καὶ αὐτὸς μετ’ ἐμοῦ. 21 ὁ νικῶν δώσω αὐτῷ καθίσαι μετ’ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ. 22 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
Footnotes
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:2 ἔμελλον ἀποθανεῖν WH Treg NIV ] ἔμελλες ἀποβάλλειν RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:2 τὰ Treg NIV RP ] – WH
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:3 ἥξω WH Treg NIV ] + ἐπί σε RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:3 γνῷς WH NIV RP ] γνώσῃ Treg
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:4 ἔχεις ὀλίγα WH Treg NIV ] ὀλίγα ἔχεις RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:5 οὕτως WH Treg NIV ] οὗτος RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:7 Δαυίδ WH Treg NIV ] τοῦ Δαυίδ RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:7 καὶ κλείων WH Treg NIV ] αὐτήν εἴ μὴ ὁ ἀνοίγων RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:7 ἀνοίγει WH Treg NIV ] ἀνοίξει RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:9 διδῶ WH Treg NIV ] δίδωμι RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:9 ἥξουσιν καὶ προσκυνήσουσιν WH Treg NIV ] ἥξωσιν καὶ προσκυνήσωσιν RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:9 ἐγὼ WH Treg NIV ] – RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:12 καταβαίνουσα WH Treg NIV ] καταβαίνει RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:14 καὶ Treg NIV RP ] + ὁ WH
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:16 οὔτε WH Treg NIV ] οὐ RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:17 ὅτι WH Treg NIV ] – RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:17 οὐδὲν WH Treg NIV ] οὐδενὸς RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:17 καὶ WH Treg NIV ] + ὁ RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:18 παρ’ ἐμοῦ χρυσίον WH Treg NIV ] χρυσίον παρ’ ἐμοῦ RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:18 ἐγχρῖσαι WH Treg NIV ] ἵνα ἐγχρίσῃ RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:19 ζήλευε WH Treg NIV ] ζήλωσον RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:20 καὶ NIV RP ] – WH Treg
Revelation 3
New International Version
To the Church in Sardis
3 “To the angel[a] of the church in Sardis(A) write:
These are the words of him who holds the seven spirits[b](B) of God and the seven stars.(C) I know your deeds;(D) you have a reputation of being alive, but you are dead.(E) 2 Wake up! Strengthen what remains and is about to die, for I have found your deeds unfinished in the sight of my God. 3 Remember, therefore, what you have received and heard; hold it fast, and repent.(F) But if you do not wake up, I will come like a thief,(G) and you will not know at what time(H) I will come to you.
4 Yet you have a few people in Sardis who have not soiled their clothes.(I) They will walk with me, dressed in white,(J) for they are worthy. 5 The one who is victorious(K) will, like them, be dressed in white.(L) I will never blot out the name of that person from the book of life,(M) but will acknowledge that name before my Father(N) and his angels. 6 Whoever has ears, let them hear(O) what the Spirit says to the churches.
To the Church in Philadelphia
7 “To the angel of the church in Philadelphia(P) write:
These are the words of him who is holy(Q) and true,(R) who holds the key of David.(S) What he opens no one can shut, and what he shuts no one can open. 8 I know your deeds.(T) See, I have placed before you an open door(U) that no one can shut. I know that you have little strength, yet you have kept my word and have not denied my name.(V) 9 I will make those who are of the synagogue of Satan,(W) who claim to be Jews though they are not,(X) but are liars—I will make them come and fall down at your feet(Y) and acknowledge that I have loved you.(Z) 10 Since you have kept my command to endure patiently, I will also keep you(AA) from the hour of trial that is going to come on the whole world(AB) to test(AC) the inhabitants of the earth.(AD)
11 I am coming soon.(AE) Hold on to what you have,(AF) so that no one will take your crown.(AG) 12 The one who is victorious(AH) I will make a pillar(AI) in the temple of my God. Never again will they leave it. I will write on them the name of my God(AJ) and the name of the city of my God,(AK) the new Jerusalem,(AL) which is coming down out of heaven from my God; and I will also write on them my new name. 13 Whoever has ears, let them hear(AM) what the Spirit says to the churches.
To the Church in Laodicea
14 “To the angel of the church in Laodicea(AN) write:
These are the words of the Amen, the faithful and true witness,(AO) the ruler of God’s creation.(AP) 15 I know your deeds,(AQ) that you are neither cold nor hot.(AR) I wish you were either one or the other! 16 So, because you are lukewarm—neither hot nor cold—I am about to spit you out of my mouth. 17 You say, ‘I am rich; I have acquired wealth and do not need a thing.’(AS) But you do not realize that you are wretched, pitiful, poor, blind and naked.(AT) 18 I counsel you to buy from me gold refined in the fire,(AU) so you can become rich; and white clothes(AV) to wear, so you can cover your shameful nakedness;(AW) and salve to put on your eyes, so you can see.
19 Those whom I love I rebuke and discipline.(AX) So be earnest and repent.(AY) 20 Here I am! I stand at the door(AZ) and knock. If anyone hears my voice and opens the door,(BA) I will come in(BB) and eat with that person, and they with me.
21 To the one who is victorious,(BC) I will give the right to sit with me on my throne,(BD) just as I was victorious(BE) and sat down with my Father on his throne. 22 Whoever has ears, let them hear(BF) what the Spirit says to the churches.”
Footnotes
- Revelation 3:1 Or messenger; also in verses 7 and 14
- Revelation 3:1 That is, the sevenfold Spirit
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software
Holy Bible, New International Version®, NIV® Copyright ©1973, 1978, 1984, 2011 by Biblica, Inc.® Used by permission. All rights reserved worldwide.
NIV Reverse Interlinear Bible: English to Hebrew and English to Greek. Copyright © 2019 by Zondervan.