ΚΑΤΑ ΛΟΥΚΑΝ 4:16-30
SBL Greek New Testament
16 Καὶ ἦλθεν [a]εἰς Ναζαρά, οὗ ἦν τεθραμμένος, καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι. 17 καὶ ἐπεδόθη αὐτῷ βιβλίον [b]τοῦ προφήτου Ἠσαΐου καὶ [c]ἀναπτύξας τὸ βιβλίον εὗρεν τὸν τόπον οὗ ἦν γεγραμμένον· 18 Πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν [d]με κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, 19 κηρύξαι ἐνιαυτὸν κυρίου δεκτόν. 20 καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν· καὶ πάντων [e]οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ. 21 ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι Σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. 22 καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἔλεγον· [f]Οὐχὶ υἱός ἐστιν Ἰωσὴφ οὗτος; 23 καὶ εἶπεν πρὸς αὐτούς· Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην· Ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα [g]εἰς τὴν Καφαρναοὺμ ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου. 24 εἶπεν δέ· Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ. 25 ἐπ’ ἀληθείας δὲ λέγω ὑμῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς [h]ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν, 26 καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας εἰ μὴ εἰς Σάρεπτα τῆς [i]Σιδωνίας πρὸς γυναῖκα χήραν. 27 καὶ πολλοὶ λεπροὶ ἦσαν [j]ἐν τῷ Ἰσραὴλ ἐπὶ Ἐλισαίου τοῦ προφήτου, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη, εἰ μὴ Ναιμὰν ὁ Σύρος. 28 καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα, 29 καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως, καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους ἐφ’ οὗ ἡ πόλις [k]ᾠκοδόμητο αὐτῶν, ὥστε κατακρημνίσαι αὐτόν· 30 αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 4:16 εἰς WH Treg NIV ] + τὴν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 4:17 τοῦ προφήτου Ἠσαΐου WH Treg NIV ] Ἠσαΐου τοῦ προφήτου RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 4:17 ἀναπτύξας NIV RP ] ἀνοίξας WH Treg
- ΚΑΤΑ ΛΟΥΚΑΝ 4:18 με WH Treg NIV ] + ἰὰσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 4:20 οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ WH Treg NIV ] ἐν τῇ συναγωγῇ οἱ ὀφθαλμοὶ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 4:22 Οὐχὶ υἱός ἐστιν Ἰωσὴφ οὗτος WH NIV ] Οὐχὶ οὗτος ἐστιν ὁ υἱός Ἰωσὴφ Treg; Οὐχ οὗτος ἐστιν ὁ υἱός Ἰωσὴφ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 4:23 εἰς τὴν Καφαρναοὺμ WH NIV ] εἰς Καφαρναοὺμ Treg; ἐν τῇ Καπερναούμ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 4:25 ἐπὶ NIV RP ] – WH Treg
- ΚΑΤΑ ΛΟΥΚΑΝ 4:26 Σιδωνίας WH Treg NIV ] Σιδῶνος RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 4:27 ἐν τῷ Ἰσραὴλ ἐπὶ … προφήτου WH Treg NIV ] ἐπὶ … προφήτου ἐν τῷ Ἰσραήλ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 4:29 ᾠκοδόμητο αὐτῶν ὥστε WH Treg NIV ] αὐτῶν ᾠκοδόμητο εἰς τὸ RP
Luke 4:16-30
New International Version
16 He went to Nazareth,(A) where he had been brought up, and on the Sabbath day he went into the synagogue,(B) as was his custom. He stood up to read,(C) 17 and the scroll of the prophet Isaiah was handed to him. Unrolling it, he found the place where it is written:
18 “The Spirit of the Lord is on me,(D)
because he has anointed me
to proclaim good news(E) to the poor.
He has sent me to proclaim freedom for the prisoners
and recovery of sight for the blind,
to set the oppressed free,
19 to proclaim the year of the Lord’s favor.”[a](F)
20 Then he rolled up the scroll, gave it back to the attendant and sat down.(G) The eyes of everyone in the synagogue were fastened on him. 21 He began by saying to them, “Today this scripture is fulfilled(H) in your hearing.”
22 All spoke well of him and were amazed at the gracious words that came from his lips. “Isn’t this Joseph’s son?” they asked.(I)
23 Jesus said to them, “Surely you will quote this proverb to me: ‘Physician, heal yourself!’ And you will tell me, ‘Do here in your hometown(J) what we have heard that you did in Capernaum.’”(K)
24 “Truly I tell you,” he continued, “no prophet is accepted in his hometown.(L) 25 I assure you that there were many widows in Israel in Elijah’s time, when the sky was shut for three and a half years and there was a severe famine throughout the land.(M) 26 Yet Elijah was not sent to any of them, but to a widow in Zarephath in the region of Sidon.(N) 27 And there were many in Israel with leprosy[b] in the time of Elisha the prophet, yet not one of them was cleansed—only Naaman the Syrian.”(O)
28 All the people in the synagogue were furious when they heard this. 29 They got up, drove him out of the town,(P) and took him to the brow of the hill on which the town was built, in order to throw him off the cliff. 30 But he walked right through the crowd and went on his way.(Q)
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software
Holy Bible, New International Version®, NIV® Copyright ©1973, 1978, 1984, 2011 by Biblica, Inc.® Used by permission. All rights reserved worldwide.
NIV Reverse Interlinear Bible: English to Hebrew and English to Greek. Copyright © 2019 by Zondervan.