ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 4
Tyndale House Greek New Testament
4 Ἰησοῦς δὲ πλήρης πνεύματος ἁγίου ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου καὶ ἤγετο ἐν τῷ πνεύματι ἐν τῇ ἐρήμῳ 2 ἡμέρας τεσσεράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου. καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ συντελεσθεισῶν αὐτῶν ἐπείνασεν. 3 εἶπεν δὲ αὐτῷ ὁ διάβολος· εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος. 4 καὶ ἀπεκρίθη πρὸς αὐτὸν ὁ Ἰησοῦς· γέγραπται ὅτι οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ὁ [a]ἄνθρωπος.
5 Καὶ ἀναγαγὼν [b]αὐτὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου 6 καὶ εἶπεν αὐτῷ ὁ διάβολος· σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται καὶ ᾧ ἂν θέλω δίδωμι αὐτήν· 7 σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιον ἐμοῦ, ἔσται σοῦ πᾶσα. 8 καὶ ἀποκριθεὶς αὐτῷ εἶπεν ὁ [c]Ἰησοῦς· γέγραπται· κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.
9 Ἤγαγεν δὲ αὐτὸν εἰς Ἱερουσαλὴμ καὶ ἔστησεν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ καὶ εἶπεν αὐτῷ· εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω· 10 γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε· 11 καὶ ὅτι ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
12 Καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι εἴρηται· οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου. 13 καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπ᾽ αὐτοῦ ἄχρι καιροῦ.
14 Καὶ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν Γαλιλαίαν, καὶ φήμη ἐξῆλθεν καθ᾽ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ. 15 καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν δοξαζόμενος ὑπὸ πάντων.
16 Καὶ ἦλθεν εἰς Ναζαρὰ οὗ ἦν τεθραμμένος, καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγὴν καὶ ἀνέστη ἀναγνῶναι. 17 καὶ ἐπεδόθη αὐτῷ βιβλίον τοῦ προφήτου Ἡσαΐου· καὶ [d]ἀναπτύξας τὸ βιβλίον εὗρεν τὸν τόπον οὗ ἦν γεγραμμένον 18 πνεῦμα κυρίου ἐπ᾽ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, [e]ἀπέσταλκέν με κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, 19 κηρύξαι ἐνιαυτὸν κυρίου δεκτόν. 20 καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν, καὶ πάντων οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ. 21 ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. 22 καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ καὶ ἔλεγον· οὐχὶ υἱός ἐστιν Ἰωσὴφ οὗτος; 23 καὶ εἶπεν πρὸς αὐτούς· πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην· ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα εἰς τὴν Καφαρναούμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου.
24 Εἶπεν δέ· ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ. 25 ἐπ᾽ ἀληθείας δὲ λέγω ὑμῖν· πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου ἐν τῷ Ἰσραὴλ ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λειμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν· 26 καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλείας εἰ μὴ εἰς Σάρεπτα τῆς Σιδωνίας πρὸς γυναῖκα χήραν. 27 καὶ πολλοὶ λεπροὶ ἦσαν ἐν τῷ Ἰσραὴλ ἐπὶ Ἐλισαίου τοῦ προφήτου· καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη εἰ μὴ Ναιμὰν ὁ Σύρος.
28 Καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα· 29 καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους ἐφ᾽ οὗ ἡ πόλις ᾠκοδόμητο αὐτῶν ὥστε κατακρημνίσαι αὐτόν. 30 αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο.
31 Καὶ κατῆλθεν εἰς Καφαρναοὺμ πόλιν τῆς Γαλιλαίας καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασιν. 32 καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ. 33 καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου, καὶ ἀνέκραξεν φωνῇ μεγάλῃ· 34 ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ. 35 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· φιμώθητι καὶ ἔξελθε ἀπ᾽ αὐτοῦ. καὶ ῥίψαν αὐτὸν τὸ δαιμόνιον εἰς τὸ μέσον ἐξῆλθεν ἀπ᾽ αὐτοῦ μηδὲν βλάψαν αὐτόν. 36 καὶ ἐγένετο θάμβος ἐπὶ πάντας, καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες· τίς ὁ λόγος οὗτος ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασιν, καὶ ἐξέρχονται;
37 Καὶ ἐξεπορεύετο ἦχος περὶ αὐτοῦ εἰς πάντα τόπον τῆς περιχώρου.
38 Ἀναστὰς δὲ ἀπὸ τῆς συναγωγῆς εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος. πενθερὰ δὲ τοῦ Σίμωνος ἦν συνεχομένη πυρετῷ μεγάλῳ, καὶ ἠρώτησαν αὐτὸν περὶ αὐτῆς. 39 καὶ ἐπιστὰς ἐπάνω αὐτῆς ἐπετίμησεν τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτήν· παραχρῆμα δὲ ἀναστᾶσα διηκόνει αὐτοῖς.
40 Δύνοντος δὲ τοῦ ἡλίου πάντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρὸς αὐτόν· ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ἐπιτιθεὶς ἐθεράπευεν αὐτούς. 41 ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν [f]κράζοντα καὶ λέγοντα ὅτι σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ. καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν ὅτι ᾔδεισαν τὸν χριστὸν αὐτὸν εἶναι.
42 Γενομένης δὲ ἡμέρας ἐξελθὼν ἐπορεύθη εἰς ἔρημον τόπον, καὶ οἱ ὄχλοι ἐπεζήτουν αὐτὸν καὶ ἦλθον ἕως αὐτοῦ καὶ κατεῖχον αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπ᾽ αὐτῶν. 43 ὁ δὲ εἶπεν πρὸς αὐτοὺς ὅτι καὶ ταῖς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δεῖ τὴν βασιλείαν τοῦ θεοῦ, ὅτι ἐπὶ τοῦτο ἀπεστάλην. 44 καὶ ἦν κηρύσσων εἰς τὰς συναγωγὰς [g]τῆς Ἰουδαίας.
Footnotes
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 4:4 ἄνθρωπος א B L W; add αλλ επι παντι ρηματι θεου A D(εν for επι) K Δ Θ Ψ 69; add αλλ επι παντι ρηματι εκπορευομενω δια στοματος θεου 1424
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 4:5 αὐτὸν א* B L; add εις ορος W; add εις ορος υψηλον א1 D(υψηλον λιαν); add ο διαβολος εις ορος υψηλον A K Δ Θ Ψ 69(υψηλον λιαν) 1424
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 4:8 Ἰησοῦς א B D L W; add υπαγε οπισω μου σατανα A K Δ Θ Ψ 69 1424
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 4:17 ἀναπτύξας א D*(απτυξας) D1 K Δ Θ Ψ 69 1424; ♦ ανοιξας A B L W
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 4:18 ἀπέσταλκέν με א B D L W 69; add ιασασθαι τους συντετριμμενους την καρδιαν A K Δ Θ Ψ 1424
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 4:41 κράζοντα א*(κραζοντων) א2 B C K L Q(vid) Θ Ψ 1424; κραυγαζοντα A D W Δ 69
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 4:44 τῆς Ἰουδαίας P75(vid της ϊ[ουδαια]ς̣]) א B C L Q; των ιουδαιων W; της γαλιλαιας A D K Δ Θ Ψ 69; αυτων 1424
ΚΑΤΑ ΛΟΥΚΑΝ 4
1550 Stephanus New Testament
4 ιησους δε πνευματος αγιου πληρης υπεστρεψεν απο του ιορδανου και ηγετο εν τω πνευματι εις την ερημον
2 ημερας τεσσαρακοντα πειραζομενος υπο του διαβολου και ουκ εφαγεν ουδεν εν ταις ημεραις εκειναις και συντελεσθεισων αυτων υστερον επεινασεν
3 και ειπεν αυτω ο διαβολος ει υιος ει του θεου ειπε τω λιθω τουτω ινα γενηται αρτος
4 και απεκριθη ιησους προς αυτον λεγων γεγραπται οτι ουκ επ αρτω μονω ζησεται ο ανθρωπος αλλ επι παντι ρηματι θεου
5 και αναγαγων αυτον ο διαβολος εις ορος υψηλον εδειξεν αυτω πασας τας βασιλειας της οικουμενης εν στιγμη χρονου
6 και ειπεν αυτω ο διαβολος σοι δωσω την εξουσιαν ταυτην απασαν και την δοξαν αυτων οτι εμοι παραδεδοται και ω εαν θελω διδωμι αυτην
7 συ ουν εαν προσκυνησης ενωπιον μου εσται σου παντα
8 και αποκριθεις αυτω ειπεν ο ιησους υπαγε οπισω μου σατανα γεγραπται γαρ προσκυνησεις κυριον τον θεον σου και αυτω μονω λατρευσεις
9 και ηγαγεν αυτον εις ιερουσαλημ και εστησεν αυτον επι το πτερυγιον του ιερου και ειπεν αυτω ει ο υιος ει του θεου βαλε σεαυτον εντευθεν κατω
10 γεγραπται γαρ οτι τοις αγγελοις αυτου εντελειται περι σου του διαφυλαξαι σε
11 και οτι επι χειρων αρουσιν σε μηποτε προσκοψης προς λιθον τον ποδα σου
12 και αποκριθεις ειπεν αυτω ο ιησους οτι ειρηται ουκ εκπειρασεις κυριον τον θεον σου
13 και συντελεσας παντα πειρασμον ο διαβολος απεστη απ αυτου αχρι καιρου
14 και υπεστρεψεν ο ιησους εν τη δυναμει του πνευματος εις την γαλιλαιαν και φημη εξηλθεν καθ ολης της περιχωρου περι αυτου
15 και αυτος εδιδασκεν εν ταις συναγωγαις αυτων δοξαζομενος υπο παντων
16 και ηλθεν εις την ναζαρετ ου ην τεθραμμενος και εισηλθεν κατα το ειωθος αυτω εν τη ημερα των σαββατων εις την συναγωγην και ανεστη αναγνωναι
17 και επεδοθη αυτω βιβλιον ησαιου του προφητου και αναπτυξας το βιβλιον ευρεν τον τοπον ου ην γεγραμμενον
18 πνευμα κυριου επ εμε ου ενεκεν εχρισεν με ευαγγελιζεσθαι πτωχοις απεσταλκεν με ιασασθαι τους συντετριμμενους την καρδιαν κηρυξαι αιχμαλωτοις αφεσιν και τυφλοις αναβλεψιν αποστειλαι τεθραυσμενους εν αφεσει
19 κηρυξαι ενιαυτον κυριου δεκτον
20 και πτυξας το βιβλιον αποδους τω υπηρετη εκαθισεν και παντων εν τη συναγωγη οι οφθαλμοι ησαν ατενιζοντες αυτω
21 ηρξατο δε λεγειν προς αυτους οτι σημερον πεπληρωται η γραφη αυτη εν τοις ωσιν υμων
22 και παντες εμαρτυρουν αυτω και εθαυμαζον επι τοις λογοις της χαριτος τοις εκπορευομενοις εκ του στοματος αυτου και ελεγον ουχ ουτος εστιν ο υιος ιωσηφ
23 και ειπεν προς αυτους παντως ερειτε μοι την παραβολην ταυτην ιατρε θεραπευσον σεαυτον οσα ηκουσαμεν γενομενα εν τη καπερναουμ ποιησον και ωδε εν τη πατριδι σου
24 ειπεν δε αμην λεγω υμιν οτι ουδεις προφητης δεκτος εστιν εν τη πατριδι αυτου
25 επ αληθειας δε λεγω υμιν πολλαι χηραι ησαν εν ταις ημεραις ηλιου εν τω ισραηλ οτε εκλεισθη ο ουρανος επι ετη τρια και μηνας εξ ως εγενετο λιμος μεγας επι πασαν την γην
26 και προς ουδεμιαν αυτων επεμφθη ηλιας ει μη εις σαρεπτα της σιδωνος προς γυναικα χηραν
27 και πολλοι λεπροι ησαν επι ελισσαιου του προφητου εν τω ισραηλ και ουδεις αυτων εκαθαρισθη ει μη νεεμαν ο συρος
28 και επλησθησαν παντες θυμου εν τη συναγωγη ακουοντες ταυτα
29 και ανασταντες εξεβαλον αυτον εξω της πολεως και ηγαγον αυτον εως της οφρυος του ορους εφ ου η πολις αυτων ωκοδομητο εις το κατακρημνισαι αυτον
30 αυτος δε διελθων δια μεσου αυτων επορευετο
31 και κατηλθεν εις καπερναουμ πολιν της γαλιλαιας και ην διδασκων αυτους εν τοις σαββασιν
32 και εξεπλησσοντο επι τη διδαχη αυτου οτι εν εξουσια ην ο λογος αυτου
33 και εν τη συναγωγη ην ανθρωπος εχων πνευμα δαιμονιου ακαθαρτου και ανεκραξεν φωνη μεγαλη
34 λεγων εα τι ημιν και σοι ιησου ναζαρηνε ηλθες απολεσαι ημας οιδα σε τις ει ο αγιος του θεου
35 και επετιμησεν αυτω ο ιησους λεγων φιμωθητι και εξελθε εξ αυτου και ριψαν αυτον το δαιμονιον εις το μεσον εξηλθεν απ αυτου μηδεν βλαψαν αυτον
36 και εγενετο θαμβος επι παντας και συνελαλουν προς αλληλους λεγοντες τις ο λογος ουτος οτι εν εξουσια και δυναμει επιτασσει τοις ακαθαρτοις πνευμασιν και εξερχονται
37 και εξεπορευετο ηχος περι αυτου εις παντα τοπον της περιχωρου
38 αναστας δε εκ της συναγωγης εισηλθεν εις την οικιαν σιμωνος η πενθερα δε του σιμωνος ην συνεχομενη πυρετω μεγαλω και ηρωτησαν αυτον περι αυτης
39 και επιστας επανω αυτης επετιμησεν τω πυρετω και αφηκεν αυτην παραχρημα δε αναστασα διηκονει αυτοις
40 δυνοντος δε του ηλιου παντες οσοι ειχον ασθενουντας νοσοις ποικιλαις ηγαγον αυτους προς αυτον ο δε ενι εκαστω αυτων τας χειρας επιθεις εθεραπευσεν αυτους
41 εξηρχετο δε και δαιμονια απο πολλων κραζοντα και λεγοντα οτι συ ει ο χριστος ο υιος του θεου και επιτιμων ουκ εια αυτα λαλειν οτι ηδεισαν τον χριστον αυτον ειναι
42 γενομενης δε ημερας εξελθων επορευθη εις ερημον τοπον και οι οχλοι εζητουν αυτον και ηλθον εως αυτου και κατειχον αυτον του μη πορευεσθαι απ αυτων
43 ο δε ειπεν προς αυτους οτι και ταις ετεραις πολεσιν ευαγγελισασθαι με δει την βασιλειαν του θεου οτι εις τουτο απεσταλμαι
44 και ην κηρυσσων εν ταις συναγωγαις της γαλιλαιας
Luke 4
New International Version
Jesus Is Tested in the Wilderness(A)
4 Jesus, full of the Holy Spirit,(B) left the Jordan(C) and was led by the Spirit(D) into the wilderness, 2 where for forty days(E) he was tempted[a] by the devil.(F) He ate nothing during those days, and at the end of them he was hungry.
3 The devil said to him, “If you are the Son of God,(G) tell this stone to become bread.”
4 Jesus answered, “It is written: ‘Man shall not live on bread alone.’[b]”(H)
5 The devil led him up to a high place and showed him in an instant all the kingdoms of the world.(I) 6 And he said to him, “I will give you all their authority and splendor; it has been given to me,(J) and I can give it to anyone I want to. 7 If you worship me, it will all be yours.”
8 Jesus answered, “It is written: ‘Worship the Lord your God and serve him only.’[c]”(K)
9 The devil led him to Jerusalem and had him stand on the highest point of the temple. “If you are the Son of God,” he said, “throw yourself down from here. 10 For it is written:
“‘He will command his angels concerning you
to guard you carefully;
11 they will lift you up in their hands,
so that you will not strike your foot against a stone.’[d]”(L)
12 Jesus answered, “It is said: ‘Do not put the Lord your God to the test.’[e]”(M)
13 When the devil had finished all this tempting,(N) he left him(O) until an opportune time.
Jesus Rejected at Nazareth
14 Jesus returned to Galilee(P) in the power of the Spirit, and news about him spread through the whole countryside.(Q) 15 He was teaching in their synagogues,(R) and everyone praised him.
16 He went to Nazareth,(S) where he had been brought up, and on the Sabbath day he went into the synagogue,(T) as was his custom. He stood up to read,(U) 17 and the scroll of the prophet Isaiah was handed to him. Unrolling it, he found the place where it is written:
18 “The Spirit of the Lord is on me,(V)
because he has anointed me
to proclaim good news(W) to the poor.
He has sent me to proclaim freedom for the prisoners
and recovery of sight for the blind,
to set the oppressed free,
19 to proclaim the year of the Lord’s favor.”[f](X)
20 Then he rolled up the scroll, gave it back to the attendant and sat down.(Y) The eyes of everyone in the synagogue were fastened on him. 21 He began by saying to them, “Today this scripture is fulfilled(Z) in your hearing.”
22 All spoke well of him and were amazed at the gracious words that came from his lips. “Isn’t this Joseph’s son?” they asked.(AA)
23 Jesus said to them, “Surely you will quote this proverb to me: ‘Physician, heal yourself!’ And you will tell me, ‘Do here in your hometown(AB) what we have heard that you did in Capernaum.’”(AC)
24 “Truly I tell you,” he continued, “no prophet is accepted in his hometown.(AD) 25 I assure you that there were many widows in Israel in Elijah’s time, when the sky was shut for three and a half years and there was a severe famine throughout the land.(AE) 26 Yet Elijah was not sent to any of them, but to a widow in Zarephath in the region of Sidon.(AF) 27 And there were many in Israel with leprosy[g] in the time of Elisha the prophet, yet not one of them was cleansed—only Naaman the Syrian.”(AG)
28 All the people in the synagogue were furious when they heard this. 29 They got up, drove him out of the town,(AH) and took him to the brow of the hill on which the town was built, in order to throw him off the cliff. 30 But he walked right through the crowd and went on his way.(AI)
Jesus Drives Out an Impure Spirit(AJ)
31 Then he went down to Capernaum,(AK) a town in Galilee, and on the Sabbath he taught the people. 32 They were amazed at his teaching,(AL) because his words had authority.(AM)
33 In the synagogue there was a man possessed by a demon, an impure spirit. He cried out at the top of his voice, 34 “Go away! What do you want with us,(AN) Jesus of Nazareth?(AO) Have you come to destroy us? I know who you are(AP)—the Holy One of God!”(AQ)
35 “Be quiet!” Jesus said sternly.(AR) “Come out of him!” Then the demon threw the man down before them all and came out without injuring him.
36 All the people were amazed(AS) and said to each other, “What words these are! With authority(AT) and power he gives orders to impure spirits and they come out!” 37 And the news about him spread throughout the surrounding area.(AU)
Jesus Heals Many(AV)(AW)
38 Jesus left the synagogue and went to the home of Simon. Now Simon’s mother-in-law was suffering from a high fever, and they asked Jesus to help her. 39 So he bent over her and rebuked(AX) the fever, and it left her. She got up at once and began to wait on them.
40 At sunset, the people brought to Jesus all who had various kinds of sickness, and laying his hands on each one,(AY) he healed them.(AZ) 41 Moreover, demons came out of many people, shouting, “You are the Son of God!”(BA) But he rebuked(BB) them and would not allow them to speak,(BC) because they knew he was the Messiah.
42 At daybreak, Jesus went out to a solitary place. The people were looking for him and when they came to where he was, they tried to keep him from leaving them. 43 But he said, “I must proclaim the good news of the kingdom of God(BD) to the other towns also, because that is why I was sent.” 44 And he kept on preaching in the synagogues of Judea.(BE)
Footnotes
Luke 4
New King James Version
Satan Tempts Jesus(A)
4 Then (B)Jesus, being filled with the Holy Spirit, returned from the Jordan and (C)was led by the Spirit [a]into the wilderness, 2 being [b]tempted for forty days by the devil. And (D)in those days He ate nothing, and afterward, when they had ended, He was hungry.
3 And the devil said to Him, “If You are (E)the Son of God, command this stone to become bread.”
4 But Jesus answered him, saying, “It is written, (F)‘Man shall not live by bread alone, [c]but by every word of God.’ ”
5 [d]Then the devil, taking Him up on a high mountain, showed Him all the kingdoms of the world in a moment of time. 6 And the devil said to Him, “All this authority I will give You, and their glory; for (G)this has been delivered to me, and I give it to whomever I wish. 7 Therefore, if You will worship before me, all will be Yours.”
8 And Jesus answered and said to him, [e]“Get behind Me, Satan! [f]For it is written, (H)‘You shall worship the Lord your God, and Him only you shall serve.’ ”
9 (I)Then he brought Him to Jerusalem, set Him on the pinnacle of the temple, and said to Him, “If You are the Son of God, throw Yourself down from here. 10 For it is written:
(J)‘He shall give His angels charge over you,
To keep you,’
11 and,
(K)‘In their hands they shall bear you up,
Lest you dash your foot against a stone.’ ”
12 And Jesus answered and said to him, “It has been said, (L)‘You shall not [g]tempt the Lord your God.’ ”
13 Now when the devil had ended every [h]temptation, he departed from Him (M)until an opportune time.
Jesus Begins His Galilean Ministry(N)
14 (O)Then Jesus returned (P)in the power of the Spirit to (Q)Galilee, and (R)news of Him went out through all the surrounding region. 15 And He (S)taught in their synagogues, (T)being glorified by all.
Jesus Rejected at Nazareth(U)
16 So He came to (V)Nazareth, where He had been brought up. And as His custom was, (W)He went into the synagogue on the Sabbath day, and stood up to read. 17 And He was handed the book of the prophet Isaiah. And when He had opened the book, He found the place where it was written:
18 “The(X) Spirit of the Lord is upon Me,
Because He has anointed Me
To preach the gospel to the poor;
He has sent Me [i]to heal the brokenhearted,
To proclaim liberty to the captives
And recovery of sight to the blind,
To (Y)set at liberty those who are [j]oppressed;
19 To proclaim the acceptable year of the Lord.”
20 Then He closed the book, and gave it back to the attendant and sat down. And the eyes of all who were in the synagogue were fixed on Him. 21 And He began to say to them, “Today this Scripture is (Z)fulfilled in your hearing.” 22 So all bore witness to Him, and (AA)marveled at the gracious words which proceeded out of His mouth. And they said, (AB)“Is this not Joseph’s son?”
23 He said to them, “You will surely say this proverb to Me, ‘Physician, heal yourself! Whatever we have heard done in (AC)Capernaum,[k] do also here in (AD)Your country.’ ” 24 Then He said, “Assuredly, I say to you, no (AE)prophet is accepted in his own country. 25 But I tell you truly, (AF)many widows were in Israel in the days of Elijah, when the heaven was shut up three years and six months, and there was a great famine throughout all the land; 26 but to none of them was Elijah sent except to [l]Zarephath, in the region of Sidon, to a woman who was a widow. 27 (AG)And many lepers were in Israel in the time of Elisha the prophet, and none of them was cleansed except Naaman the Syrian.”
28 So all those in the synagogue, when they heard these things, were (AH)filled with [m]wrath, 29 (AI)and rose up and thrust Him out of the city; and they led Him to the brow of the hill on which their city was built, that they might throw Him down over the cliff. 30 Then (AJ)passing through the midst of them, He went His way.
Jesus Casts Out an Unclean Spirit(AK)
31 Then (AL)He went down to Capernaum, a city of Galilee, and was teaching them on the Sabbaths. 32 And they were (AM)astonished at His teaching, (AN)for His word was with authority. 33 (AO)Now in the synagogue there was a man who had a spirit of an unclean demon. And he cried out with a loud voice, 34 saying, “Let us alone! What have we to do with You, Jesus of Nazareth? Did You come to destroy us? (AP)I know who You are—(AQ)the Holy One of God!”
35 But Jesus rebuked him, saying, [n]“Be quiet, and come out of him!” And when the demon had thrown him in their midst, it came out of him and did not hurt him. 36 Then they were all amazed and spoke among themselves, saying, “What a word this is! For with authority and power He commands the unclean spirits, and they come out.” 37 And the report about Him went out into every place in the surrounding region.
Peter’s Mother-in-Law Healed(AR)
38 (AS)Now He arose from the synagogue and entered Simon’s house. But Simon’s wife’s mother was [o]sick with a high fever, and they (AT)made request of Him concerning her. 39 So He stood over her and (AU)rebuked the fever, and it left her. And immediately she arose and served them.
Many Healed After Sabbath Sunset(AV)
40 (AW)When the sun was setting, all those who had any that were sick with various diseases brought them to Him; and He laid His hands on every one of them and healed them. 41 (AX)And demons also came out of many, crying out and saying, (AY)“You are [p]the Christ, the Son of God!”
And He, (AZ)rebuking them, did not allow them to [q]speak, for they knew that He was the Christ.
Jesus Preaches in Galilee(BA)
42 (BB)Now when it was day, He departed and went into a deserted place. And the crowd sought Him and came to Him, and tried to keep Him from leaving them; 43 but He said to them, “I must (BC)preach the kingdom of God to the other cities also, because for this purpose I have been sent.” 44 (BD)And He was preaching in the synagogues of [r]Galilee.
Footnotes
- Luke 4:1 NU in
- Luke 4:2 tested
- Luke 4:4 NU omits but by every word of God
- Luke 4:5 NU And taking Him up, he showed Him
- Luke 4:8 NU omits Get behind Me, Satan
- Luke 4:8 NU, M omit For
- Luke 4:12 test
- Luke 4:13 testing
- Luke 4:18 NU omits to heal the brokenhearted
- Luke 4:18 downtrodden
- Luke 4:23 NU Capharnaum, here and elsewhere
- Luke 4:26 Gr. Sarepta
- Luke 4:28 rage
- Luke 4:35 Lit. Be muzzled
- Luke 4:38 afflicted with
- Luke 4:41 NU omits the Christ
- Luke 4:41 Or say that they knew
- Luke 4:44 NU Judea
The Greek New Testament, Copyright © 2017 Tyndale House, Cambridge. Used by permission of Crossway Books, a publishing ministry of Good News Publishers. All rights reserved.
Holy Bible, New International Version®, NIV® Copyright ©1973, 1978, 1984, 2011 by Biblica, Inc.® Used by permission. All rights reserved worldwide.
NIV Reverse Interlinear Bible: English to Hebrew and English to Greek. Copyright © 2019 by Zondervan.
Scripture taken from the New King James Version®. Copyright © 1982 by Thomas Nelson. Used by permission. All rights reserved.