Add parallel Print Page Options

10 καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα· Τίς ἐστιν οὗτος; 11 οἱ δὲ ὄχλοι ἔλεγον· Οὗτός ἐστιν [a]ὁ προφήτης Ἰησοῦς ὁ ἀπὸ Ναζαρὲθ τῆς Γαλιλαίας.

12 Καὶ εἰσῆλθεν [b]Ἰησοῦς εἰς τὸ [c]ἱερόν, καὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψεν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς, 13 καὶ λέγει αὐτοῖς· Γέγραπται· Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν [d]ποιεῖτε σπήλαιον λῃστῶν.

14 Καὶ προσῆλθον αὐτῷ [e]τυφλοὶ καὶ χωλοὶ ἐν τῷ ἱερῷ, καὶ ἐθεράπευσεν αὐτούς. 15 ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησεν καὶ τοὺς παῖδας [f]τοὺς κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας· Ὡσαννὰ τῷ υἱῷ Δαυίδ ἠγανάκτησαν 16 καὶ εἶπαν αὐτῷ· Ἀκούεις τί οὗτοι λέγουσιν; ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς· Ναί. οὐδέποτε ἀνέγνωτε ὅτι Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; 17 καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν, καὶ ηὐλίσθη ἐκεῖ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:11 ὁ προφήτης Ἰησοῦς WH Treg NIV ] Ἰησοῦς ὁ προφήτης RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:12 Ἰησοῦς WH Treg NIV ] ὁ Ἰησοῦς RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:12 ἱερόν WH Treg NIV ] + τοῦ θεοῦ RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:13 ποιεῖτε WH Treg NIV ] ἐποιήσατε RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:14 τυφλοὶ καὶ χωλοὶ WH Treg NIV ] χωλοὶ καὶ τυφλοὶ RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:15 τοὺς WH Treg NIV ] RP

11 Καὶ εἰσῆλθεν εἰς [a]Ἱεροσόλυμα εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα [b]ὀψὲ ἤδη οὔσης τῆς ὥρας ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:11 Ἱεροσόλυμα WH Treg NIV ] + ὁ Ἰησοῦς καὶ RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:11 ὀψὲ WH ] ὀψίας Treg NIV RP

15 Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα. καὶ [a]εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ [b]τοὺς ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν 16 καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ, 17 καὶ ἐδίδασκεν [c]καὶ ἔλεγεν [d]αὐτοῖς· Οὐ γέγραπται ὅτι Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν; ὑμεῖς δὲ [e]πεποιήκατε αὐτὸν σπήλαιον λῃστῶν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:15 εἰσελθὼν WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:15 τοὺς WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:17 καὶ ἔλεγεν WH Treg NIV ] λέγων RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:17 αὐτοῖς Treg NIV RP ] – WH
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:17 πεποιήκατε WH Treg NIV ] ἐποιήσατε RP

45 Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς [a]πωλοῦντας, 46 λέγων αὐτοῖς· Γέγραπται· [b]Καὶ ἔσται ὁ οἶκός μου οἶκος [c]προσευχῆς, ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:45 πωλοῦντας WH Treg NIV ] + ἐν αὐτῷ καὶ ἀγοράζοντας RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:46 Καὶ ἔσται WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:46 προσευχῆς WH Treg NIV ] + ἐστίν RP