Add parallel Print Page Options

10 Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστιν ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς [a]αὐτοῦ, Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Μαθθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ τοῦ Ἁλφαίου καὶ [b]Θαδδαῖος, Σίμων ὁ [c]Καναναῖος καὶ Ἰούδας [d]ὁ Ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν.

Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαριτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. ἀσθενοῦντας θεραπεύετε, [e]νεκροὺς ἐγείρετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, 10 μὴ πήραν εἰς ὁδὸν μηδὲ δύο χιτῶνας μηδὲ ὑποδήματα μηδὲ [f]ῥάβδον· ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς [g]αὐτοῦ. 11 εἰς ἣν δ’ ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστιν· κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε. 12 εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν ἀσπάσασθε αὐτήν· 13 καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθάτω ἡ εἰρήνη ὑμῶν ἐπ’ αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν [h]πρὸς ὑμᾶς ἐπιστραφήτω. 14 καὶ ὃς [i]ἂν μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι [j]ἔξω τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. 15 ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόρρων ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ.

16 Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:2 αὐτοῦ Treg RP ] + καὶ WH NIV
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:3 Θαδδαῖος WH Treg NIV ] Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:4 Καναναῖος WH Treg NIV ] Κανανίτης RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:4 WH NIV ] Treg RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:8 νεκροὺς ἐγείρετε WH Treg NIV ] RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:10 ῥάβδον WH Treg NIV ] ῥάβδους RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:10 αὐτοῦ WH Treg NIV ] + ἐστιν RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:13 πρὸς Treg NIV RP ] ἐφ’ WH
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:14 ἂν WH Treg NIV ] ἐὰν RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:14 ἔξω WH Treg NIV ] RP

καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων,

Read full chapter

13 Καὶ ἀναβαίνει εἰς τὸ ὄρος καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός, καὶ ἀπῆλθον πρὸς αὐτόν. 14 καὶ ἐποίησεν [a]δώδεκα, ἵνα ὦσιν μετ’ αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν 15 καὶ ἔχειν [b]ἐξουσίαν ἐκβάλλειν τὰ δαιμόνια· 16 καὶ [c]ἐποίησεν τοὺς δώδεκα, καὶ ἐπέθηκεν [d]ὄνομα τῷ Σίμωνι Πέτρον, 17 καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου (καὶ ἐπέθηκεν αὐτοῖς [e]ὀνόματα Βοανηργές, ὅ ἐστιν Υἱοὶ Βροντῆς), 18 καὶ Ἀνδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Μαθθαῖον καὶ Θωμᾶν καὶ Ἰάκωβον τὸν τοῦ Ἁλφαίου καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν [f]Καναναῖον 19 καὶ Ἰούδαν [g]Ἰσκαριώθ, ὃς καὶ παρέδωκεν αὐτόν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:14 δώδεκα Treg RP ] + οὓς καὶ ἀποστόλους ὠνόμασεν WH NIV
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:15 ἐξουσίαν WH Treg NIV ] θεραπεύειν τὰς νόσους καὶ RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:16 ἐποίησεν τοὺς δώδεκα καὶ WH NIV ] – Treg RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:16 ὄνομα τῷ Σίμωνι WH Treg NIV ] τῷ Σίμωνι ὄνομα RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:17 ὀνόματα Treg NIV RP ] ὄνομα WH
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:18 Καναναῖον WH Treg NIV ] Κανανίτην RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:19 Ἰσκαριώθ WH Treg NIV ] Ἰσκαριώτην RP

καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν εἰ μὴ ῥάβδον μόνον, μὴ [a]ἄρτον, μὴ πήραν, μὴ εἰς τὴν ζώνην χαλκόν, ἀλλὰ ὑποδεδεμένους σανδάλια, καὶ μὴ [b]ἐνδύσησθε δύο χιτῶνας. 10 καὶ ἔλεγεν αὐτοῖς· Ὅπου [c]ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν. 11 καὶ [d]ὃς ἂν τόπος μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον [e]αὐτοῖς.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:8 ἄρτον μὴ πήραν WH Treg NIV ] πήραν μὴ ἄρτον RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:9 ἐνδύσησθε Treg NIV RP ] ἐνδύσασθαι WH
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:10 ἐὰν WH NIV RP ] ἂν Treg
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:11 ὃς ἂν τόπος μὴ δέξηται WH Treg NIV ] ὅσοι ἂν μὴ δέξωνται RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:11 αὐτοῖς WH Treg NIV ] + Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται Σοδόμοις ἢ Γομόρροις ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ. RP

Συγκαλεσάμενος δὲ τοὺς δώδεκα ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν,

Read full chapter

12 Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις [a]ἐξελθεῖν αὐτὸν εἰς τὸ ὄρος προσεύξασθαι, καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ θεοῦ. 13 καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησεν τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπ’ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασεν, 14 Σίμωνα ὃν καὶ ὠνόμασεν Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ [b]καὶ Ἰάκωβον καὶ Ἰωάννην [c]καὶ Φίλιππον καὶ Βαρθολομαῖον 15 [d]καὶ Μαθθαῖον καὶ Θωμᾶν [e]καὶ [f]Ἰάκωβον Ἁλφαίου καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτὴν 16 [g]καὶ Ἰούδαν Ἰακώβου καὶ Ἰούδαν [h]Ἰσκαριὼθ [i]ὃς ἐγένετο προδότης.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:12 ἐξελθεῖν αὐτὸν WH Treg NIV ] ἐξηλθεν RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:14 *καὶ WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:14 *καὶ WH Treg NIV ] – RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:15 *καὶ WH Treg NIV ] – RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:15 *καὶ WH NIV ] – Treg RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:15 Ἰάκωβον WH Treg NIV ] + τὸν τοῦ RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:16 καὶ WH Treg NIV ] – RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:16 Ἰσκαριὼθ WH Treg NIV ] Ἰσκαριώτην RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:16 ὃς WH NIV ] + καὶ Treg RP

καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ θεοῦ καὶ ἰᾶσθαι [a]τοὺς ἀσθενεῖς, καὶ εἶπεν πρὸς αὐτούς· Μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε [b]ῥάβδον μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον, μήτε [c]ἀνὰ δύο χιτῶνας ἔχειν. καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε. καὶ ὅσοι [d]ἂν μὴ [e]δέχωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως [f]ἐκείνης τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν [g]ἀποτινάσσετε εἰς μαρτύριον ἐπ’ αὐτούς.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:2 τοὺς ἀσθενεῖς Treg NIV ] – WH; τοὺς ἀσθενοῦντας RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:3 ῥάβδον WH Treg NIV ] ῥάβδους RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:3 ἀνὰ Treg NIV RP ] – WH
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:5 ἂν WH Treg NIV ] ἐάν RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:5 δέχωνται WH Treg NIV ] δέξωνται RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:5 ἐκείνης WH Treg NIV ] + καὶ RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:5 ἀποτινάσσετε WH NIV ] ἀποτινάξατε Treg RP

ὑπάγετε· [a]ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:3 ἰδοὺ WH Treg NIV ] + ἐγὼ RP