Revised Common Lectionary (Semicontinuous)
16 Καὶ ἰδοὺ εἷς προσελθὼν [a]αὐτῷ εἶπεν· [b]Διδάσκαλε, τί ἀγαθὸν ποιήσω ἵνα [c]σχῶ ζωὴν αἰώνιον; 17 ὁ δὲ εἶπεν αὐτῷ· Τί με [d]ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ὁ ἀγαθός· εἰ δὲ θέλεις [e]εἰς τὴν ζωὴν εἰσελθεῖν, [f]τήρησον τὰς ἐντολάς. 18 λέγει αὐτῷ· Ποίας; ὁ δὲ Ἰησοῦς [g]εἶπεν· Τὸ Οὐ φονεύσεις, Οὐ μοιχεύσεις, Οὐ κλέψεις, Οὐ ψευδομαρτυρήσεις, 19 Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καὶ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 20 λέγει αὐτῷ ὁ νεανίσκος· [h]Πάντα ταῦτα [i]ἐφύλαξα· τί ἔτι ὑστερῶ; 21 ἔφη αὐτῷ ὁ Ἰησοῦς· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ [j]δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν [k]οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι. 22 ἀκούσας δὲ ὁ νεανίσκος τὸν [l]λόγον ἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software