Revised Common Lectionary (Semicontinuous)
16 Κατήντησεν δὲ [a]καὶ εἰς Δέρβην καὶ [b]εἰς Λύστραν. καὶ ἰδοὺ μαθητής τις ἦν ἐκεῖ ὀνόματι Τιμόθεος, υἱὸς [c]γυναικὸς Ἰουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος, 2 ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν· 3 τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν, καὶ λαβὼν περιέτεμεν αὐτὸν διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις, ᾔδεισαν γὰρ ἅπαντες [d]ὅτι Ἕλλην ὁ πατὴρ αὐτοῦ ὑπῆρχεν. 4 ὡς δὲ διεπορεύοντο τὰς πόλεις, [e]παρεδίδοσαν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων [f]καὶ πρεσβυτέρων τῶν ἐν [g]Ἱεροσολύμοις. 5 αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθ’ ἡμέραν.
6 [h]Διῆλθον δὲ τὴν Φρυγίαν [i]καὶ Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ, 7 ἐλθόντες [j]δὲ κατὰ τὴν Μυσίαν ἐπείραζον [k]εἰς τὴν Βιθυνίαν [l]πορευθῆναι καὶ οὐκ εἴασεν αὐτοὺς τὸ πνεῦμα [m]Ἰησοῦ· 8 παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρῳάδα.
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software