Revised Common Lectionary (Semicontinuous)
8 ἐγγίσατε τῷ θεῷ, καὶ [a]ἐγγιεῖ ὑμῖν. καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι. 9 ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος [b]μετατραπήτω καὶ ἡ χαρὰ εἰς κατήφειαν· 10 ταπεινώθητε ἐνώπιον [c]κυρίου, καὶ ὑψώσει ὑμᾶς.
11 Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί· ὁ καταλαλῶν ἀδελφοῦ [d]ἢ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής. 12 εἷς [e]ἐστιν νομοθέτης [f]καὶ κριτής, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ δὲ τίς εἶ, [g]ὁ κρίνων τὸν [h]πλησίον;
13 Ἄγε νῦν οἱ λέγοντες· Σήμερον [i]ἢ αὔριον [j]πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ [k]ποιήσομεν ἐκεῖ [l]ἐνιαυτὸν καὶ [m]ἐμπορευσόμεθα καὶ [n]κερδήσομεν· 14 οἵτινες οὐκ ἐπίστασθε [o]τὸ τῆς αὔριον [p]ποία ἡ ζωὴ ὑμῶν· ἀτμὶς γάρ [q]ἐστε [r]ἡ πρὸς ὀλίγον φαινομένη, [s]ἔπειτα καὶ ἀφανιζομένη· 15 ἀντὶ τοῦ λέγειν ὑμᾶς· Ἐὰν ὁ κύριος [t]θελήσῃ, καὶ [u]ζήσομεν καὶ [v]ποιήσομεν τοῦτο ἢ ἐκεῖνο. 16 νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. 17 εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν.
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software