A A A A A
Bible Book List

Philippians 2 Tree of Life Version (TLV)

Messiah’s Example of Humility

Therefore if there is any encouragement in Messiah, if there is any comfort of love, if there is any fellowship of the Ruach, if there is any mercy and compassion, then make my joy complete by being of the same mind, having the same love, united in spirit, with one purpose. Do nothing out of selfishness or conceit, but with humility consider others as more important than yourselves, looking out not only for your own interests but also for the interests of others. Have this attitude in yourselves, which also was in Messiah Yeshua,

Who, though existing in the form of God,
did not consider being equal to God a thing to be grasped.
But He emptied Himself—
taking on the form of a slave,
becoming the likeness of men
and being found in appearance as a man.
He humbled Himself—
becoming obedient to the point of death,
even death on a cross.
For this reason God highly exalted Him
and gave Him the name that is above every name,
10 that at the name of Yeshua every knee should bow,[a]
in heaven and on the earth and under the earth,
11 and every tongue profess that Yeshua the Messiah is Lord—
to the glory of God the Father.

Work Out Your Salvation

12 Therefore, my loved ones, just as you have always obeyed—not only in my presence, but now even more in my absence—work out your salvation with fear and trembling. 13 For the One working in you is God—both to will and to work for His good pleasure.

14 Do everything without grumbling or arguing, 15 so that you might be blameless and innocent, children of God in the midst of a crooked and twisted generation.[b] Among them you shine as lights in the world, 16 holding fast to the word of life, so that I may boast in the day of Messiah that I did not run or labor in vain. 17 But even if I am being poured out as a drink offering upon the sacrifice and the service of your faith, I rejoice and share my joy with you all. 18 The same way, you also—rejoice and share your joy with me!

Sending and Receiving Encouragement

19 But I hope in the Lord Yeshua to send Timothy to you soon, so that I too might be encouraged when I know the news about you. 20 I have no one else like him who will genuinely care about you— 21 for all seek after their own interests, not those of Messiah Yeshua. 22 But you know Timothy’s proven character, that he served with me in spreading the Good News like a son with his father. 23 Therefore I hope to send him immediately, as soon as I see how things go with me. 24 And I trust in the Lord that soon I too will come myself.

25 But I thought it necessary to send to you Epaphroditus—my brother and co-worker and fellow soldier, as well as your messenger and aide to my need. 26 For he was longing for you all and troubled because you heard that he was sick. 27 He certainly was sick, close to death. But God had mercy on him—and not only on him but also on me, so that I would not have sorrow upon sorrow. 28 Therefore I have sent him with special urgency, so that when you see him again you might rejoice and I might be less worried about you. 29 So welcome him in the Lord with all joy, and hold men like him in high regard, 30 because he came close to death for the work of Messiah, risking his life to make up for what was lacking in your service to me.

Tree of Life Version (TLV)

Tree of Life (TLV) Translation of the Bible. Copyright © 2015 by The Messianic Jewish Family Bible Society.

ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2 SBL Greek New Testament (SBLGNT)

Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία πνεύματος, εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί, πληρώσατέ μου τὴν χαρὰν ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες, μηδὲν κατ’ ἐριθείαν [a]μηδὲ κατὰ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν, μὴ τὰ ἑαυτῶν [b]ἕκαστοι [c]σκοποῦντες, ἀλλὰ καὶ τὰ ἑτέρων [d]ἕκαστοι. τοῦτο [e]φρονεῖτε ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλὰ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν, καὶ ἐχαρίσατο αὐτῷ [f]τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, 10 ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, 11 καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός.

12 Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε, 13 [g]θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας.

14 Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν, 15 ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα θεοῦ [h]ἄμωμα μέσον γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ 16 λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ, ὅτι οὐκ εἰς κενὸν ἔδραμον οὐδὲ εἰς κενὸν ἐκοπίασα. 17 ἀλλὰ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν· 18 τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι.

19 Ἐλπίζω δὲ ἐν κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν. 20 οὐδένα γὰρ ἔχω ἰσόψυχον ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει, 21 οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ [i]Ἰησοῦ Χριστοῦ. 22 τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον. 23 τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι ὡς ἂν ἀφίδω τὰ περὶ ἐμὲ ἐξαυτῆς· 24 πέποιθα δὲ ἐν κυρίῳ ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι.

25 Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς, 26 ἐπειδὴ ἐπιποθῶν ἦν πάντας [j]ὑμᾶς, καὶ ἀδημονῶν διότι ἠκούσατε ὅτι ἠσθένησεν. 27 καὶ γὰρ ἠσθένησεν παραπλήσιον [k]θανάτῳ· ἀλλὰ ὁ θεὸς [l]ἠλέησεν αὐτόν, οὐκ αὐτὸν δὲ μόνον ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ λύπην σχῶ. 28 σπουδαιοτέρως οὖν ἔπεμψα αὐτὸν ἵνα ἰδόντες αὐτὸν πάλιν χαρῆτε κἀγὼ ἀλυπότερος ὦ. 29 προσδέχεσθε οὖν αὐτὸν ἐν κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε, 30 ὅτι διὰ τὸ ἔργον [m]Χριστοῦ μέχρι θανάτου ἤγγισεν, [n]παραβολευσάμενος τῇ ψυχῇ ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας.

Footnotes:

  1. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:3 μηδὲ κατὰ WH Treg NIV ] ἢ RP
  2. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:4 *ἕκαστοι WH Treg ] ἕκαστος NIV RP
  3. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:4 σκοποῦντες WH Treg NIV ] σκοπεῖτε RP
  4. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:4 *ἕκαστοι WH Treg NIV ] ἕκαστος RP
  5. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:5 φρονεῖτε WH Treg NIV ] γὰρ φρονείσθω RP
  6. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:9 τὸ WH Treg NIV ] – RP
  7. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:13 θεὸς WH Treg NIV ] ὁ θεὸς RP
  8. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:15 ἄμωμα μέσον WH Treg NIV ] ἀμώμητα ἐν μέσῳ RP
  9. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:21 Ἰησοῦ Χριστοῦ Treg NIV ] Χριστοῦ Ἰησοῦ WH RP
  10. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:26 ὑμᾶς Treg NIV RP ] + ἰδεῖν WH
  11. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:27 θανάτῳ Treg NIV RP ] θανάτου WH
  12. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:27 ἠλέησεν αὐτόν WH Treg NIV ] αὐτόν ἠλέησεν RP
  13. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:30 Χριστοῦ Treg NIV ] Κυρίου WH; τοῦ Χριστοῦ RP
  14. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:30 παραβολευσάμενος WH Treg NIV ] παραβουλευσάμενος RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

Viewing of
Cross references
Footnotes