Add parallel Print Page Options

Εὐχαριστῶ τῷ θεῷ μου ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν πάντοτε ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος, ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ εὐαγγέλιον ἀπὸ τῆς πρώτης ἡμέρας ἄχρι τοῦ νῦν· πεποιθὼς αὐτὸ τοῦτο, ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει ἄχρι ἡμέρας [a]χριστοῦ Ἰησοῦ· καθώς ἐστιν δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου συνκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας.

Μάρτυς γάρ μου ὁ θεός, ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις χριστοῦ Ἰησοῦ. καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει 10 εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν χριστοῦ 11 πεπληρωμένοι καρπὸν δικαιοσύνης τὸν διὰ Ἰησοῦ χριστοῦ εἰς δόξαν καὶ ἔπαινον θεοῦ.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 1:6 χριστοῦ Ἰησοῦ P46 B D L Ψ 1424; ιησου χριστου א A K P 69

Bible Gateway Recommends

The Greek New Testament, Reader's Edition--hardcover
The Greek New Testament, Reader's Edition--hardcover
Retail: $69.99
Our Price: $51.99
Save: $18.00 (26%)
5.0 of 5.0 stars
Greek Scripture Journal: 19-Volume New Testament Set
Greek Scripture Journal: 19-Volume New Testament Set
Retail: $129.99
Our Price: $78.99
Save: $51.00 (39%)
The Greek New Testament, Cambridge Edition, Hardcover
The Greek New Testament, Cambridge Edition, Hardcover
Retail: $49.99
Our Price: $36.99
Save: $13.00 (26%)
5.0 of 5.0 stars
Greek Scripture Journal: 1st, 2nd & 3rd John
Greek Scripture Journal: 1st, 2nd & 3rd John
Retail: $5.99
Our Price: $2.49
Save: $3.50 (58%)