Font Size
ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 21:28-31
Tyndale House Greek New Testament
ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 21:28-31
Tyndale House Greek New Testament
28 Τί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπος εἶχεν τέκνα δύο, καὶ προσελθὼν τῷ πρώτῳ εἶπεν· τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνι. 29 ὁ δὲ ἀποκριθεὶς εἶπεν· [a]οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθεν. 30 προσελθὼν δὲ τῷ [b]δευτέρῳ εἶπεν ὡσαύτως. ὁ δὲ ἀποκριθεὶς εἶπεν· [c]ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθεν. 31 τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός; λέγουσιν· [d]ὁ πρῶτος. λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
Read full chapterFootnotes
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 21:29 οὐ θέλω ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθεν א*(omit δε) א2 C K L W Δ 1424*(omit ειπεν ου θελω υστερον δε) 1424c; add εις τον αμπελωνα D*(μεταμεταμεληθεις) D1; υπαγω κυριε και ουκ απηλθεν B(εγω for υπαγω) Θ(omit κυριε) 69
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 21:30 δευτέρῳ א2 B C2 L 1424; ετερω א* C* D K W Δ Θ 69
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 21:30 ἐγώ, κύριε καὶ οὐκ ἀπῆλθεν א C D(add υπαγω after κυριε) K L W Δ 1424; ου θελω υστερον δε μεταμεληθεις απηλθεν B(omit δε) Θ 69
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 21:31 ὁ πρῶτος א C K L W Δ(omit ο) 1424; υστερος B; εσχατος D Θ 69
Tyndale House Greek New Testament (THGNT)
The Greek New Testament, Copyright © 2017 Tyndale House, Cambridge. Used by permission of Crossway Books, a publishing ministry of Good News Publishers. All rights reserved.
Bible Gateway Recommends

Retail: $69.99
Our Price: $55.15
Save: $14.84 (21%)

Retail: $50.00
Our Price: $45.00
Save: $5.00 (10%)


Retail: $49.99
Our Price: $49.98
Save: $0.01 (0%)


Retail: $129.99
Our Price: $78.99
Save: $51.00 (39%)

Retail: $69.99
Our Price: $48.98
Save: $21.01 (30%)
