Add parallel Print Page Options

20 ὁ δὲ [a]λέγει αὐτοῖς· Διὰ τὴν [b]ὀλιγοπιστίαν ὑμῶν· ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· [c]Μετάβα ἔνθεν ἐκεῖ, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει [d]ὑμῖν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:20 λέγει WH Treg NIV ] Ἰησοῦς εἶπεν RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:20 ὀλιγοπιστίαν WH Treg NIV ] ἀπιστίαν RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:20 Μετάβα ἔνθεν WH Treg NIV ] Μετάβηθι ἔντεῦθεν RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:20 ὑμῖν WH NIV ] + 21 Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Treg RP

23 [a]ἀμὴν λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ· Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ [b]πιστεύῃ ὅτι [c]ὃ λαλεῖ γίνεται, ἔσται αὐτῷ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:23 ἀμὴν WH NIV ] + γὰρ Treg RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:23 πιστεύῃ WH NIV ] πιστεύσῃ Treg RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:23 ὃ λαλεῖ γίνεται, ἔσται αὐτῷ WH Treg NIV ] ἃ λέγει γίνεται ἔσται αὐτῷ ὃ ἐὰν εἴπῃ RP

εἶπεν δὲ ὁ κύριος· Εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ· Ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ· καὶ ὑπήκουσεν ἂν ὑμῖν.

Read full chapter

[a]καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, [b]καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη [c]μεθιστάναι, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:2 *καὶ ἐὰν Treg NIV RP ] κἂν WH
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:2 *καὶ ἐὰν NIV RP ] κἂν WH Treg
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:2 μεθιστάναι Treg NIV ] μεθιστάνειν WH RP