ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 10:38-42
Tyndale House Greek New Testament
38 Ἐν δὲ τῷ πορεύεσθαι αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά. γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν [a]εἰς τὴν οἰκίαν 39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαριάμ. καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας [b]τοῦ Ἰησοῦ ἤκουεν τὸν λόγον αὐτοῦ. 40 ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν. ἐπιστᾶσα δὲ εἶπεν· κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλειπεν διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
41 Ἀποκριθεὶς δὲ [c]εἶπεν αὐτῇ ὁ κύριος· Μάρθα Μάρθα, μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά, 42 [d]ἑνὸς δέ ἐστιν χρεία· Μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτῆς.
Read full chapterFootnotes
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 10:38 εἰς τὴν οἰκίαν P3(vid εις την ο̣[ι]κι̣[αν) א* א2 C* C3 L; add αυτης א1(vid) C2; εις τον οικον αυτης A B2a(vid εις τ̣ο̣ν̣ ο̣ι̣κ̣ο̣ν̣ αυτη̣ς) D K W Δ Θ Ψ(αυτοις for αυτης) 69 1424; omit P45 P75 B* B2b
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 10:39 τοῦ Ἰησοῦ P45 A B2a C2 K W Δ Θ Ψ 69 1424; ιησου P75; ♦ του κυριου P3 א B* B2b D L; αυτου C*
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 10:41 εἶπεν αὐτῇ ὁ κύριος P3 P75 א B* B2b L; ο κυριος ειπεν αυτη P45; ♦ ειπεν αυτη ο ιησους A B2a C* W Δ Ψ 1424; ο ιησους ειπεν αυτη C3 D K Θ 69
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 10:42 ἑνὸς δέ ἐστιν χρεία P45(vid ενος δε εστιν χρε̣[ι) P75 A C* K W Δ Θ Ψ 69 1424; ολιγων δε εστιν χρεια η ενος P3 א2 C2 L; ολιγων δε χρεια εστιν η ενος B; ολιγων δε εστιν η ενος א*
The Greek New Testament, Copyright © 2017 Tyndale House, Cambridge. Used by permission of Crossway Books, a publishing ministry of Good News Publishers. All rights reserved.
Bible Gateway Recommends







