ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 1:46-55
Tyndale House Greek New Testament
46 Καὶ εἶπεν Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν κύριον, 47 καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου, 48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαὶ 49 ὅτι ἐποίησέν μοι [a]μεγάλα ὁ δυνατός· καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· 50 καὶ τὸ ἔλεος αὐτοῦ [b]εἰς γενεὰς καὶ γενεὰς τοῖς φοβουμένοις αὐτόν· 51 ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ· διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν· 52 καθεῖλεν δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσεν ταπεινούς· 53 πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς· 54 ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, 55 καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἁβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα.
Read full chapterFootnotes
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 1:49 μεγάλα א* א2b B D* L W; μεγαλεια א2a A C D1 K Δ Θ Ψ 69 1424
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 1:50 εἰς γενεὰς καὶ γενεὰς B C* L W; εις γενεαν και γενεαν א Ψ 69 1424; εις γενεας και γενεων Δ*; εις γενεαν γενεων D*; εις γενεας γενεων A C2 D1 K Δc Θ
The Greek New Testament, Copyright © 2017 Tyndale House, Cambridge. Used by permission of Crossway Books, a publishing ministry of Good News Publishers. All rights reserved.
Bible Gateway Recommends







