ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:1-6
Tyndale House Greek New Testament
3 Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν 2 πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν ὡς καὶ Μωϋσῆς ἐν [a]ὅλῳ τῷ οἴκῳ αὐτοῦ. 3 πλείονος γὰρ οὗτος δόξης παρὰ Μωϋσῆν ἠξίωται, καθ᾽ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν· 4 πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ δὲ πάντα κατασκευάσας θεός. 5 καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων, 6 χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκος ἐσμὲν ἡμεῖς ἐὰν τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος [b]κατάσχωμεν.
Read full chapterFootnotes
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:2 ὅλῳ א A C D K L P Ψ 69 1424; ♦ omit P13 P46(vid ε[ν τ]ω οι̣[κ.) B
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:6 κατάσχωμεν P13 P46 B; μεχρι τελους βεβαιαν κατασχωμεν א A C D K L P Ψ 69 1424
The Greek New Testament, Copyright © 2017 Tyndale House, Cambridge. Used by permission of Crossway Books, a publishing ministry of Good News Publishers. All rights reserved.
Bible Gateway Recommends







