Font Size
ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:31-5:6
Tyndale House Greek New Testament
ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:31-5:6
Tyndale House Greek New Testament
31 διό, ἀδελφοί, οὐκ ἐσμὲν παιδίσκης τέκνα ἀλλὰ τῆς ἐλευθέρας· 5 1 [a]τῇ ἐλευθερίᾳ ἡμᾶς χριστὸς ἠλευθέρωσεν· στήκετε οὖν καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.
2 Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε, χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει· 3 μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι. 4 κατηργήθητε ἀπὸ χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. 5 ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. 6 ἐν γὰρ χριστῷ Ἰησοῦ οὔτε περιτομὴ τί ἰσχύει οὔτε ἀκροβυστία ἀλλὰ πίστις δι᾽ ἀγάπης ἐνεργουμένη.
Footnotes
- ΠΡΟΣ ΓΑΛΑΤΑΣ 5:1 τῇ ἐλευθερίᾳ ἡμᾶς χριστὸς ἠλευθέρωσεν στήκετε א* A B D* P 062(vid); τη ελευθερια χριστος ημας ηλευθερωσεν στηκετε א2 C* Ψ 69*; τη ελευθερια ουν χριστος ημας ηλευθερωσεν στηκετε C3; τη ελευθερια ουν η χριστος ημας ηλευθερωσεν στηκετε K L 692 1424; τη ελευθερια ημας η χριστος ηλευθερωσεν στηκετε D1
Tyndale House Greek New Testament (THGNT)
The Greek New Testament, Copyright © 2017 Tyndale House, Cambridge. Used by permission of Crossway Books, a publishing ministry of Good News Publishers. All rights reserved.
Bible Gateway Recommends

Retail: $69.99
Our Price: $48.98
Save: $21.01 (30%)


Retail: $49.99
Our Price: $49.98
Save: $0.01 (0%)


Retail: $50.00
Our Price: $45.00
Save: $5.00 (10%)


Retail: $69.99
Our Price: $55.15
Save: $14.84 (21%)

Retail: $129.99
Our Price: $78.99
Save: $51.00 (39%)