Add parallel Print Page Options

14 Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος. οἱ δὲ [a]ἀπειθήσαντες Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν. ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷ κυρίῳ τῷ μαρτυροῦντι [b]τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν. ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως, καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις οἱ δὲ σὺν τοῖς ἀποστόλοις. ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς, συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας Λύστραν καὶ Δέρβην καὶ τὴν περίχωρον, κἀκεῖ [c]εὐαγγελιζόμενοι ἦσαν.

Καί τις ἀνὴρ [d]ἀδύνατος ἐν Λύστροις τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς [e]αὐτοῦ, ὃς οὐδέποτε [f]περιεπάτησεν. οὗτος [g]ἤκουσεν τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι [h]ἔχει πίστιν τοῦ σωθῆναι 10 εἶπεν [i]μεγάλῃ φωνῇ· Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου [j]ὀρθός· καὶ [k]ἥλατο καὶ περιεπάτει. 11 οἵ [l]τε ὄχλοι ἰδόντες ὃ [m]ἐποίησεν Παῦλος ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες· Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς 12 ἐκάλουν τε [n]τὸν Βαρναβᾶν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου. 13 [o]τε ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς [p]πόλεως ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας σὺν τοῖς ὄχλοις ἤθελεν θύειν. 14 ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρναβᾶς καὶ Παῦλος, διαρρήξαντες τὰ ἱμάτια [q]αὐτῶν [r]ἐξεπήδησαν εἰς τὸν ὄχλον κράζοντες 15 καὶ λέγοντες· Ἄνδρες, τί ταῦτα ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ [s]θεὸν ζῶντα ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· 16 ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασεν πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν· 17 [t]καίτοι οὐκ ἀμάρτυρον [u]αὑτὸν ἀφῆκεν [v]ἀγαθουργῶν, οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας [w]ὑμῶν. 18 καὶ ταῦτα λέγοντες μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς.

19 Ἐπῆλθαν δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους καὶ λιθάσαντες τὸν Παῦλον ἔσυρον ἔξω τῆς πόλεως, [x]νομίζοντες αὐτὸν τεθνηκέναι. 20 κυκλωσάντων δὲ [y]τῶν μαθητῶν αὐτὸν ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν. καὶ τῇ ἐπαύριον ἐξῆλθεν σὺν τῷ Βαρναβᾷ εἰς Δέρβην.

21 Εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην καὶ μαθητεύσαντες ἱκανοὺς ὑπέστρεψαν εἰς τὴν Λύστραν καὶ [z]εἰς Ἰκόνιον καὶ [aa]εἰς Ἀντιόχειαν, 22 ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ. 23 χειροτονήσαντες δὲ αὐτοῖς [ab]κατ’ ἐκκλησίαν πρεσβυτέρους προσευξάμενοι μετὰ νηστειῶν παρέθεντο αὐτοὺς τῷ κυρίῳ εἰς ὃν πεπιστεύκεισαν. 24 καὶ διελθόντες τὴν Πισιδίαν ἦλθον εἰς [ac]τὴν Παμφυλίαν, 25 καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον κατέβησαν εἰς Ἀττάλειαν, 26 κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν. 27 παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν [ad]ἀνήγγελλον ὅσα ἐποίησεν ὁ θεὸς μετ’ αὐτῶν καὶ ὅτι ἤνοιξεν τοῖς ἔθνεσιν θύραν πίστεως. 28 διέτριβον [ae]δὲ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.

Footnotes

  1. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 14:2 ἀπειθήσαντες WH Treg NIV ] ἀπειθοῦντες RP
  2. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 14:3 τῷ WH Treg RP ] ἐπὶ τῷ NIV
  3. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 14:7 εὐαγγελιζόμενοι ἦσαν WH Treg NIV ] ἦσαν εὐαγγελιζόμενοι RP
  4. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 14:8 ἀδύνατος ἐν Λύστροις WH NIV ] ἐν Λύστροις ἀδύνατος Treg RP
  5. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 14:8 αὐτοῦ WH Treg NIV ] + ὑπάρχων RP
  6. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 14:8 περιεπάτησεν WH Treg NIV ] περιπεπατήκει RP
  7. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 14:9 ἤκουσεν Treg NIV RP ] ἤκουεν WH
  8. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 14:9 ἔχει πίστιν WH Treg NIV ] πίστιν ἔχει RP
  9. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 14:10 μεγάλῃ WH Treg NIV ] + τῇ RP
  10. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 14:10 ὀρθός WH Treg NIV ] ὀρθῶς RP
  11. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 14:10 ἥλατο WH Treg NIV ] ἥλλετο RP
  12. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 14:11 τε WH NIV ] δὲ Treg RP
  13. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 14:11 ἐποίησεν WH Treg NIV ] + ὁ RP
  14. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 14:12 τὸν WH Treg NIV ] + μὲν RP
  15. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 14:13 τε WH Treg NIV ] δὲ RP
  16. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 14:13 πόλεως WH Treg NIV ] + αὐτῶν RP
  17. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 14:14 αὐτῶν Treg NIV RP ] ἑαυτῶν WH
  18. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 14:14 ἐξεπήδησαν WH Treg NIV ] εἰσεπήδησαν RP
  19. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 14:15 θεὸν WH Treg NIV ] τὸν θεὸν τὸν RP
  20. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 14:17 καίτοι WH Treg NIV ] Καίτοιγε RP
  21. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 14:17 αὑτὸν WH ] ἑαυτὸν RP; αὐτὸν Treg NIV
  22. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 14:17 ἀγαθουργῶν WH Treg NIV ] ἀγαθοποιῶν RP
  23. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 14:17 ὑμῶν WH Treg NIV ] ἡμῶν RP
  24. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 14:19 νομίζοντες WH Treg NIV ] νομίσαντες RP
  25. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 14:20 τῶν μαθητῶν αὐτὸν WH Treg NIV ] αὐτὸν τῶν μαθητῶν RP
  26. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 14:21 *εἰς WH Treg NIV ] – RP
  27. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 14:21 *εἰς WH Treg NIV ] – RP
  28. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 14:23 κατ᾽ ἐκκλησίαν πρεσβυτέρους WH Treg NIV ] πρεσβυτέρους κατ᾽ ἐκκλησίαν RP
  29. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 14:24 τὴν WH Treg NIV ] – RP
  30. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 14:27 ἀνήγγελλον WH Treg NIV ] ἀνήγγειλαν RP
  31. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 14:28 δὲ WH Treg NIV ] + ἐκεῖ RP

In Iconium

14 At Iconium(A) Paul and Barnabas went as usual into the Jewish synagogue.(B) There they spoke so effectively that a great number(C) of Jews and Greeks believed. But the Jews who refused to believe stirred up the other Gentiles and poisoned their minds against the brothers.(D) So Paul and Barnabas spent considerable time there, speaking boldly(E) for the Lord, who confirmed the message of his grace by enabling them to perform signs and wonders.(F) The people of the city were divided; some sided with the Jews, others with the apostles.(G) There was a plot afoot among both Gentiles and Jews,(H) together with their leaders, to mistreat them and stone them.(I) But they found out about it and fled(J) to the Lycaonian cities of Lystra and Derbe and to the surrounding country, where they continued to preach(K) the gospel.(L)

In Lystra and Derbe

In Lystra there sat a man who was lame. He had been that way from birth(M) and had never walked. He listened to Paul as he was speaking. Paul looked directly at him, saw that he had faith to be healed(N) 10 and called out, “Stand up on your feet!”(O) At that, the man jumped up and began to walk.(P)

11 When the crowd saw what Paul had done, they shouted in the Lycaonian language, “The gods have come down to us in human form!”(Q) 12 Barnabas they called Zeus, and Paul they called Hermes because he was the chief speaker.(R) 13 The priest of Zeus, whose temple was just outside the city, brought bulls and wreaths to the city gates because he and the crowd wanted to offer sacrifices to them.

14 But when the apostles Barnabas and Paul heard of this, they tore their clothes(S) and rushed out into the crowd, shouting: 15 “Friends, why are you doing this? We too are only human,(T) like you. We are bringing you good news,(U) telling you to turn from these worthless things(V) to the living God,(W) who made the heavens and the earth(X) and the sea and everything in them.(Y) 16 In the past, he let(Z) all nations go their own way.(AA) 17 Yet he has not left himself without testimony:(AB) He has shown kindness by giving you rain from heaven and crops in their seasons;(AC) he provides you with plenty of food and fills your hearts with joy.”(AD) 18 Even with these words, they had difficulty keeping the crowd from sacrificing to them.

19 Then some Jews(AE) came from Antioch and Iconium(AF) and won the crowd over. They stoned Paul(AG) and dragged him outside the city, thinking he was dead. 20 But after the disciples(AH) had gathered around him, he got up and went back into the city. The next day he and Barnabas left for Derbe.

The Return to Antioch in Syria

21 They preached the gospel(AI) in that city and won a large number(AJ) of disciples. Then they returned to Lystra, Iconium(AK) and Antioch, 22 strengthening the disciples and encouraging them to remain true to the faith.(AL) “We must go through many hardships(AM) to enter the kingdom of God,” they said. 23 Paul and Barnabas appointed elders[a](AN) for them in each church and, with prayer and fasting,(AO) committed them to the Lord,(AP) in whom they had put their trust. 24 After going through Pisidia, they came into Pamphylia,(AQ) 25 and when they had preached the word in Perga, they went down to Attalia.

26 From Attalia they sailed back to Antioch,(AR) where they had been committed to the grace of God(AS) for the work they had now completed.(AT) 27 On arriving there, they gathered the church together and reported all that God had done through them(AU) and how he had opened a door(AV) of faith to the Gentiles. 28 And they stayed there a long time with the disciples.(AW)

Footnotes

  1. Acts 14:23 Or Barnabas ordained elders; or Barnabas had elders elected