ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 7:17-22
Tyndale House Greek New Testament
17 καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἧς [a]ὡμολόγησεν ὁ θεὸς τῷ Ἁβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ 18 ἄχρι οὗ ἀνέστη βασιλεὺς ἕτερος [b]ἐπ᾽ Αἴγυπτον ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ. 19 οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν ἐκάκωσεν τοὺς [c]πατέρας τοῦ ποιεῖν τὰ βρέφη ἔκθετα αὐτῶν εἰς τὸ μὴ ζωογονεῖσθαι. 20 ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς καὶ ἦν ἀστεῖος τῷ θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρός· 21 ἐκτεθέντος δὲ αὐτοῦ ἀνείλατο αὐτὸν ἡ θυγάτηρ Φαραὼ καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν. 22 καὶ ἐπαιδεύθη Μωϋσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων· ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις αὐτοῦ.
Read full chapterFootnotes
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 7:17 ὡμολόγησεν P74 א A B C; επηγγειλατο P45(vid επηγγ[ε) D E(vid); ωμοσεν P Ψ 69 1424
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 7:18 ἐπ᾽ Αἴγυπτον P33(vid) P74 א A B C Ψ; omit D E P(vid) 69 1424
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 7:19 πατέρας P74 א B D; ♦ add ημων A C E P Ψ 69 1424
The Greek New Testament, Copyright © 2017 Tyndale House, Cambridge. Used by permission of Crossway Books, a publishing ministry of Good News Publishers. All rights reserved.
Bible Gateway Recommends







