ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 16:11-15
Tyndale House Greek New Testament
11 Ἀναχθέντες οὖν ἀπὸ Τρωάδος εὐθυδρομήσαμεν εἰς Σαμοθράκην, τῇ δὲ ἐπιούσῃ εἰς Νέαν πόλιν, 12 κἀκεῖθεν εἰς Φιλίππους, ἥτις ἐστὶν [a]πρώτη τῆς μερίδος Μακεδονίας πόλις, κολωνία. ἦμεν δὲ ἐν ταύτῃ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς. 13 τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς πύλης παρὰ ποταμὸν οὗ [b]ἐνομίζομεν προσευχὴν εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν.
14 Καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων σεβομένη τὸν θεόν, ἤκουεν ἧς ὁ κύριος διήνοιξεν τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ τοῦ Παύλου. 15 ὡς δὲ ἐβαπτίσθη καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσεν λέγουσα· εἰ κεκρίκατέ με πιστὴν τῷ κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου μένετε· καὶ παρεβιάσατο ἡμᾶς.
Read full chapterFootnotes
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 16:12 πρώτη τῆς μερίδος Μακεδονίας P74 א A C Ψ 69; πρωτη της μεριδος της μακεδονιας L P; πρωτη μεριδος της μακεδονιας B; πρωτη της μακεδονιας 1424; πρωτη μερις μακεδονιας E; κεφαλη της μακεδονιας D
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 16:13 ἐνομίζομεν Ac B Ψ; ενομιζαμεν C; ενομιζεν P74 א; ενομιζετο E L P 69 1424; εδοκει D; unclear A*
The Greek New Testament, Copyright © 2017 Tyndale House, Cambridge. Used by permission of Crossway Books, a publishing ministry of Good News Publishers. All rights reserved.
Bible Gateway Recommends







