Add parallel Print Page Options

Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλὰ ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν. εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. 10 εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διὰ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην. 11 εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος [a]τὸν Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας [b]ἐκ νεκρῶν Χριστὸν Ἰησοῦν ζῳοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ [c]τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα ἐν ὑμῖν.

12 Ἄρα οὖν, ἀδελφοί, ὀφειλέται ἐσμέν, οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῆν, 13 εἰ γὰρ κατὰ σάρκα ζῆτε μέλλετε ἀποθνῄσκειν, εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε. 14 ὅσοι γὰρ πνεύματι θεοῦ ἄγονται, οὗτοι [d]υἱοί εἰσιν θεοῦ. 15 οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλὰ ἐλάβετε πνεῦμα υἱοθεσίας ἐν ᾧ κράζομεν· Αββα ὁ πατήρ· 16 αὐτὸ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν ὅτι ἐσμὲν τέκνα θεοῦ.

17 εἰ δὲ τέκνα, καὶ κληρονόμοι· κληρονόμοι μὲν θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ, εἴπερ συμπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:11 τὸν WH Treg NIV ] – RP
  2. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:11 ἐκ νεκρῶν Χριστὸν Ἰησοῦν WH ] χριστὸν ἐκ νεκρῶν Treg NIV; τὸν χριστὸν ἐκ νεκρῶν RP
  3. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:11 τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα Treg RP ] τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος WH NIV
  4. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:14 υἱοί εἰσιν θεοῦ Treg ] υἱοὶ θεοῦ εἰσιν WH NIV; εἰσιν υἱοὶ θεοῦ RP

ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας [a]ἡμῶν, κρᾶζον· Αββα ὁ πατήρ.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:6 ἡμῶν WH Treg NIV] ὑμῶν RP