Add parallel Print Page Options

17 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, καὶ [a]ἐκκλίνετε ἀπ’ αὐτῶν· 18 οἱ γὰρ τοιοῦτοι τῷ κυρίῳ [b]ἡμῶν Χριστῷ οὐ δουλεύουσιν ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων. 19 ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο· [c]ἐφ’ ὑμῖν οὖν χαίρω, θέλω δὲ ὑμᾶς [d]σοφοὺς εἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν. 20 ὁ δὲ θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ [e]Χριστοῦ μεθ’ ὑμῶν.

21 [f]Ἀσπάζεται ὑμᾶς Τιμόθεος ὁ συνεργός μου, καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς μου. 22 ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος ὁ γράψας τὴν ἐπιστολὴν ἐν κυρίῳ. 23 ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ [g]ὅλης τῆς ἐκκλησίας. ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς πόλεως καὶ Κούαρτος ὁ ἀδελφός.

24 [h]Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. [i]Ἀμήν.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:17 ἐκκλίνετε WH Treg NIV ] ἐκκλίνατε RP
  2. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:18 ἡμῶν WH Treg NIV ] + Ἰησοῦ RP
  3. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:19 ἐφ’ ὑμῖν οὖν χαίρω WH Treg NIV ] Χαίρω οὖν τὸ ἐφ᾽ ὑμῖν RP
  4. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:19 σοφοὺς Treg NIV ] + μὲν WH RP
  5. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:20 Χριστοῦ Treg RP ] – WH NIV
  6. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:21 Ἀσπάζεται WH Treg NIV ] Ἀσπάζονται RP
  7. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:23 ὅλης τῆς ἐκκλησίας WH Treg NIV ] τῆς ἐκκλησίας ὅλης RP
  8. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:24 Ἡ χάρις … ὑμῶν RP ] – WH Treg NIV
  9. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:24 Ἀμήν RP ] 25 Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, 26 φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν κατ’ ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, 27 μόνῳ σοφῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν. WH Treg NIV