ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:1-16
SBL Greek New Testament
16 Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, οὖσαν [a]καὶ διάκονον τῆς ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς, 2 ἵνα [b]αὐτὴν προσδέξησθε ἐν κυρίῳ ἀξίως τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι, καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη καὶ [c]ἐμοῦ αὐτοῦ.
3 Ἀσπάσασθε Πρίσκαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ, 4 οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν, 5 καὶ τὴν κατ’ οἶκον αὐτῶν ἐκκλησίαν. ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς [d]Ἀσίας εἰς Χριστόν. 6 ἀσπάσασθε [e]Μαριάμ, ἥτις πολλὰ ἐκοπίασεν εἰς [f]ὑμᾶς. 7 ἀσπάσασθε Ἀνδρόνικον καὶ [g]Ἰουνίαν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ [h]γέγοναν ἐν Χριστῷ. 8 ἀσπάσασθε [i]Ἀμπλιᾶτον τὸν ἀγαπητόν μου ἐν κυρίῳ. 9 ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Χριστῷ καὶ Στάχυν τὸν ἀγαπητόν μου. 10 ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ. ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου. 11 ἀσπάσασθε Ἡρῳδίωνα τὸν [j]συγγενῆ μου. ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου τοὺς ὄντας ἐν κυρίῳ. 12 ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν κυρίῳ. ἀσπάσασθε Περσίδα τὴν ἀγαπητήν, ἥτις πολλὰ ἐκοπίασεν ἐν κυρίῳ. 13 ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν κυρίῳ καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ. 14 ἀσπάσασθε Ἀσύγκριτον, Φλέγοντα, [k]Ἑρμῆν, Πατροβᾶν, Ἑρμᾶν καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς. 15 ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν, Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ Ὀλυμπᾶν καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους. 16 Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι [l]πᾶσαι τοῦ Χριστοῦ.
Read full chapterFootnotes
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:1 καὶ WH NIV ] – Treg RP
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:2 αὐτὴν προσδέξησθε NIV RP ] προσδέξησθε αὐτὴν WH Treg
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:2 ἐμοῦ αὐτοῦ WH Treg NIV ] αὐτοῦ ἐμοῦ RP
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:5 Ἀσίας WH Treg NIV ] Ἀχαΐας RP
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:6 Μαριάμ RP ] Μαρίαν WH Treg NIV
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:6 ὑμᾶς WH Treg NIV ] ἡμᾶς RP
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:7 Ἰουνίαν WH Treg RP ] Ἰουνιᾶν NIV
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:7 γέγοναν WH Treg NIV ] γεγόνασιν RP
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:8 Ἀμπλιᾶτον WH NIV Treg ] Ἀμπλίαν RP
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:11 συγγενῆ WH NIV RP ] συγγενῆν Treg
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:14 Ἑρμῆν Πατροβᾶν Ἑρμᾶν WH Treg NIV ] Ἑρμᾶν Πατρόβαν Ἑρμῆν RP
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:16 πᾶσαι WH Treg NIV ] – RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software