Add parallel Print Page Options

οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, [a]τὸ δὲ καθ’ εἷς ἀλλήλων μέλη. ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, εἴτε διακονίαν ἐν τῇ διακονίᾳ, εἴτε ὁ διδάσκων ἐν τῇ διδασκαλίᾳ, εἴτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει, ὁ μεταδιδοὺς ἐν ἁπλότητι, ὁ προϊστάμενος ἐν σπουδῇ, ὁ ἐλεῶν ἐν ἱλαρότητι.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:5 τὸ WH Treg NIV ] ὁ RP

Χριστοῦ οὖν [a]παθόντος σαρκὶ καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, ὅτι ὁ [b]παθὼν σαρκὶ πέπαυται [c]ἁμαρτίας, εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις ἀλλὰ θελήματι θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον. ἀρκετὸς [d]γὰρ ὁ παρεληλυθὼς [e]χρόνος τὸ [f]βούλημα τῶν ἐθνῶν [g]κατειργάσθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις, καὶ ἀθεμίτοις εἰδωλολατρίαις. ἐν ᾧ ξενίζονται μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες· οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως [h]ἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς·

Read full chapter

Footnotes

  1. ΠΕΤΡΟΥ Α΄ 4:1 παθόντος WH Treg NIV] + ὑπὲρ ἡμῶν RP
  2. ΠΕΤΡΟΥ Α΄ 4:1 παθὼν WH Treg NIV] + ἐν RP
  3. ΠΕΤΡΟΥ Α΄ 4:1 ἁμαρτίας Treg NIV RP] ἁμαρτίαις WH
  4. ΠΕΤΡΟΥ Α΄ 4:3 γὰρ WH Treg NIV] + ἡμῖν RP
  5. ΠΕΤΡΟΥ Α΄ 4:3 χρόνος WH Treg NIV] + τοῦ βίου RP
  6. ΠΕΤΡΟΥ Α΄ 4:3 βούλημα WH Treg NIV] θέλημα RP
  7. ΠΕΤΡΟΥ Α΄ 4:3 κατειργάσθαι WH Treg NIV] κατεργάσασθαι RP
  8. ΠΕΤΡΟΥ Α΄ 4:5 ἔχοντι κρῖναι Treg NIV RP] κρίνοντι WH

Πάντων δὲ τὸ τέλος ἤγγικεν. σωφρονήσατε οὖν καὶ νήψατε [a]εἰς προσευχάς· πρὸ [b]πάντων τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἀγάπη [c]καλύπτει πλῆθος ἁμαρτιῶν· φιλόξενοι εἰς ἀλλήλους ἄνευ [d]γογγυσμοῦ· 10 ἕκαστος καθὼς ἔλαβεν χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος θεοῦ· 11 εἴ τις λαλεῖ, ὡς λόγια θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος [e]ἧς χορηγεῖ ὁ θεός· ἵνα ἐν πᾶσιν δοξάζηται ὁ θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

12 Ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ ὡς ξένου ὑμῖν συμβαίνοντος, 13 ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασιν χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι. 14 εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ θεοῦ πνεῦμα ἐφ’ ὑμᾶς [f]ἀναπαύεται. 15 μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς ἢ κλέπτης ἢ κακοποιὸς ἢ ὡς ἀλλοτριεπίσκοπος· 16 εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν θεὸν ἐν τῷ [g]ὀνόματι τούτῳ.

Read full chapter

Footnotes

  1. ΠΕΤΡΟΥ Α΄ 4:7 εἰς WH Treg NIV] + τὰς RP
  2. ΠΕΤΡΟΥ Α΄ 4:8 πάντων WH Treg NIV] + δὲ RP
  3. ΠΕΤΡΟΥ Α΄ 4:8 καλύπτει WH Treg NIV] καλύψει RP
  4. ΠΕΤΡΟΥ Α΄ 4:9 γογγυσμοῦ WH Treg NIV] + γογγυσμῶν RP
  5. ΠΕΤΡΟΥ Α΄ 4:11 ἧς WH Treg NIV] ὡς RP
  6. ΠΕΤΡΟΥ Α΄ 4:14 ἀναπαύεται WH Treg NIV] + κατὰ μὲν αὐτοὺς βλασφημεῖται κατὰ δὲ ὑμᾶς δοξάζεται RP
  7. ΠΕΤΡΟΥ Α΄ 4:16 ὀνόματι WH Treg NIV] μέρει RP