Font Size
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 22:18-21
SBL Greek New Testament
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 22:18-21
SBL Greek New Testament
18 Μαρτυρῶ ἐγὼ παντὶ τῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· ἐάν τις ἐπιθῇ ἐπ’ αὐτά, [a]ἐπιθήσει ὁ θεὸς ἐπ’ αὐτὸν τὰς πληγὰς τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ· 19 καὶ ἐάν τις ἀφέλῃ ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης, [b]ἀφελεῖ ὁ θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ.
20 Λέγει ὁ μαρτυρῶν ταῦτα· Ναί· ἔρχομαι ταχύ. Ἀμήν· [c]ἔρχου, κύριε Ἰησοῦ.
21 Ἡ χάρις τοῦ κυρίου [d]Ἰησοῦ μετὰ [e]πάντων.
Read full chapterFootnotes
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 22:18 ἐπιθήσει WH Treg NIV ] ἐπιθήσαι RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 22:19 ἀφελεῖ WH Treg NIV ] ἀφέλοι RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 22:20 ἔρχου WH Treg NIV ] Ναί ἔρχου RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 22:21 Ἰησοῦ Treg NIV ] + Χριστοῦ WH RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 22:21 πάντων Holmes NA ] τῶν ἁγίων WH Treg; τῶν ἁγίων. ἀμήν NIV; πάντων τῶν ἁγίων. Ἀμήν RP
SBL Greek New Testament (SBLGNT)
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software