Add parallel Print Page Options

Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ [a]ὄπισθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά. καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ· Τίς [b]ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ; καὶ οὐδεὶς ἐδύνατο ἐν τῷ [c]οὐρανῷ [d]οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό. καὶ [e]ἐγὼ ἔκλαιον πολὺ ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό· καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι· Μὴ κλαῖε· ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυίδ, [f]ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.

Καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων ἀρνίον [g]ἑστηκὸς ὡς ἐσφαγμένον, [h]ἔχων κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, [i]οἵ εἰσιν τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ, [j]ἀπεσταλμένοι εἰς πᾶσαν τὴν γῆν. καὶ ἦλθεν καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου.

Read full chapter

Footnotes

  1. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:1 ὄπισθεν WH Treg NIV ] ἔξωθεν RP
  2. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:2 ἄξιος WH Treg NIV ] + ἐστιν RP
  3. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:3 οὐρανῷ WH Treg NIV ] + ἄνω RP
  4. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:3 οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ WH Treg NIV ] οὔτε ἐπὶ τῆς γῆς οὔτε RP
  5. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:4 ἐγὼ WH Treg RP ] – NIV
  6. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:5 ἀνοῖξαι WH Treg NIV ] ὁ ἀνοίγων RP
  7. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:6 ἑστηκὸς WH NIV RP ] ἑστηκὼς Treg
  8. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:6 ἔχων WH Treg NIV ] ἔχον RP
  9. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:6 οἵ WH Treg NIV ] ἃ RP
  10. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:6 ἀπεσταλμένοι WH Treg NIV ] ἀποστελλόμενα RP