ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:14-19
SBL Greek New Testament
14 Ἡ οὐαὶ ἡ δευτέρα ἀπῆλθεν· [a]ἰδοὺ ἡ οὐαὶ ἡ τρίτη ἔρχεται ταχύ.
15 Καὶ ὁ ἕβδομος ἄγγελος ἐσάλπισεν· καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ [b]λέγοντες· Ἐγένετο ἡ βασιλεία τοῦ κόσμου τοῦ κυρίου ἡμῶν καὶ τοῦ χριστοῦ αὐτοῦ, καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
16 Καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι οἱ ἐνώπιον τοῦ [c]θεοῦ καθήμενοι ἐπὶ τοὺς θρόνους αὐτῶν ἔπεσαν ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ, 17 λέγοντες· Εὐχαριστοῦμέν σοι, κύριε, ὁ θεός, ὁ παντοκράτωρ, ὁ ὢν καὶ ὁ ἦν, ὅτι εἴληφας τὴν δύναμίν σου τὴν μεγάλην καὶ ἐβασίλευσας. 18 καὶ τὰ ἔθνη ὠργίσθησαν, καὶ ἦλθεν ἡ ὀργή σου καὶ ὁ καιρὸς τῶν νεκρῶν κριθῆναι καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις καὶ τοῖς ἁγίοις καὶ τοῖς φοβουμένοις τὸ ὄνομά σου, [d]τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ διαφθεῖραι τοὺς διαφθείροντας τὴν γῆν.
19 Καὶ ἠνοίγη ὁ ναὸς τοῦ θεοῦ [e]ὁ ἐν τῷ οὐρανῷ, καὶ ὤφθη ἡ κιβωτὸς τῆς διαθήκης [f]αὐτοῦ ἐν τῷ ναῷ αὐτοῦ· καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶ [g]καὶ σεισμὸς καὶ χάλαζα μεγάλη.
Read full chapterFootnotes
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:14 ἰδοὺ ἡ οὐαὶ ἡ τρίτη WH Treg NIV ] ἡ οὐαὶ ἡ τρίτη ἰδοὺ RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:15 λέγοντες WH NIV ] λέγουσαι Treg RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:16 θεοῦ καθήμενοι WH NIV ] θεοῦ οἳ κάθηνται Treg; θρόνου τοῦ θεοῦ καθήμενοι RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:18 τοὺς μικροὺς καὶ τοὺς μεγάλους WH Treg NIV ] τοῖς μικροῖς καὶ τοῖς μεγάλοις RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:19 ὁ WH Treg NIV ] – RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:19 αὐτοῦ WH Treg NIV ] τοῦ κυρίου RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:19 καὶ σεισμὸς WH Treg NIV ] – RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software