ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:17-20:6
SBL Greek New Testament
17 Καὶ εἶδον [a]ἕνα ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ, καὶ [b]ἔκραξεν φωνῇ μεγάλῃ λέγων πᾶσι τοῖς ὀρνέοις τοῖς πετομένοις ἐν μεσουρανήματι· Δεῦτε συνάχθητε εἰς τὸ δεῖπνον τὸ μέγα τοῦ θεοῦ, 18 ἵνα φάγητε σάρκας βασιλέων καὶ σάρκας χιλιάρχων καὶ σάρκας ἰσχυρῶν καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπ’ [c]αὐτῶν, καὶ σάρκας πάντων ἐλευθέρων τε καὶ δούλων καὶ μικρῶν [d]καὶ μεγάλων. 19 καὶ εἶδον τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι [e]τὸν πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ. 20 καὶ ἐπιάσθη τὸ θηρίον καὶ [f]μετ’ αὐτοῦ ὁ ψευδοπροφήτης ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησεν τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ· ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς [g]τῆς καιομένης ἐν θείῳ. 21 καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ, καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν.
20 Καὶ εἶδον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα τὴν κλεῖν τῆς ἀβύσσου καὶ ἅλυσιν μεγάλην ἐπὶ τὴν χεῖρα αὐτοῦ. 2 καὶ ἐκράτησεν τὸν δράκοντα, [h]ὁ ὄφις ὁ ἀρχαῖος, ὅς ἐστιν Διάβολος καὶ ὁ [i]Σατανᾶς, καὶ ἔδησεν αὐτὸν χίλια ἔτη, 3 καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον, καὶ ἔκλεισεν καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ, ἵνα μὴ [j]πλανήσῃ ἔτι τὰ ἔθνη, ἄχρι τελεσθῇ τὰ χίλια ἔτη· [k]μετὰ ταῦτα δεῖ [l]λυθῆναι αὐτὸν μικρὸν χρόνον.
4 Καὶ εἶδον θρόνους, καὶ ἐκάθισαν ἐπ’ αὐτούς, καὶ κρίμα ἐδόθη αὐτοῖς, καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ καὶ διὰ τὸν λόγον τοῦ θεοῦ, καὶ οἵτινες οὐ προσεκύνησαν τὸ θηρίον οὐδὲ τὴν εἰκόνα αὐτοῦ καὶ οὐκ ἔλαβον τὸ χάραγμα ἐπὶ τὸ μέτωπον καὶ ἐπὶ τὴν χεῖρα αὐτῶν· καὶ ἔζησαν καὶ ἐβασίλευσαν μετὰ τοῦ χριστοῦ [m]χίλια ἔτη. 5 [n]οἱ λοιποὶ τῶν νεκρῶν οὐκ ἔζησαν ἄχρι τελεσθῇ τὰ χίλια ἔτη. αὕτη ἡ ἀνάστασις ἡ πρώτη. 6 μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ· ἐπὶ τούτων ὁ δεύτερος θάνατος οὐκ ἔχει ἐξουσίαν, ἀλλ’ ἔσονται ἱερεῖς τοῦ θεοῦ καὶ τοῦ χριστοῦ, καὶ βασιλεύσουσιν μετ’ αὐτοῦ [o]χίλια ἔτη.
Footnotes
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:17 ἕνα WH Treg NIV ] – RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:17 ἔκραξεν Treg RP ] + ἐν WH NIV
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:18 αὐτῶν NIV RP ] αὐτούς WH Treg
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:18 καὶ WH Treg NIV ] τε καὶ RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:19 τὸν WH Treg NIV ] – RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:20 μετ᾽ αὐτοῦ ὁ WH Treg NIV ] ὁ μετ᾽ αὐτοῦ RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:20 τῆς καιομένης WH Treg NIV ] τὴν καιομένην RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:2 ὁ ὄφις ὁ ἀρχαῖος WH Treg NIV ] τὸν ὄφιν τὸν ἀρχαῖον RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:2 Σατανᾶς WH Treg NIV ] + ὁ πλανῶν τὴν οἰκουμένην ὅλην RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:3 πλανήσῃ WH Treg NIV ] πλανᾷ RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:3 μετὰ WH Treg NIV ] καὶ μετὰ RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:3 λυθῆναι αὐτὸν WH NIV ] αὐτὸν λυθῆναι Treg RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:4 χίλια WH Treg NIV ] τὰ χίλια RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:5 οἱ WH NIV ] Καί οἱ Treg RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:6 χίλια RP ] τὰ χίλια WH Treg NIV
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software