ΚΑΤΑ ΜΑΡΚΟΝ 1:9-13
SBL Greek New Testament
9 Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις ἦλθεν Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη [a]εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου. 10 καὶ [b]εὐθὺς ἀναβαίνων [c]ἐκ τοῦ ὕδατος εἶδεν σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ πνεῦμα [d]ὡς περιστερὰν καταβαῖνον [e]εἰς αὐτόν· 11 καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν [f]σοὶ εὐδόκησα.
12 Καὶ εὐθὺς τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον. 13 καὶ [g]ἦν ἐν τῇ ἐρήμῳ [h]τεσσεράκοντα ἡμέρας πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 1:9 εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου WH Treg NIV ] ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 1:10 εὐθὺς WH Treg NIV ] εὐθέως RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 1:10 ἐκ WH Treg NIV ] ἀπὸ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 1:10 ὡς WH Treg NIV ] ὡσεὶ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 1:10 εἰς WH Treg NIV ] ἐπ᾽ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 1:11 σοὶ WH Treg NIV ] ᾧ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 1:13 ἦν WH Treg NIV ] + ἐκεῖ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 1:13 τεσσεράκοντα ἡμέρας WH Treg NIV ] ἡμέρας τεσσεράκοντα RP
ΚΑΤΑ ΜΑΡΚΟΝ 14:8
SBL Greek New Testament
8 ὃ [a]ἔσχεν ἐποίησεν, προέλαβεν μυρίσαι [b]τὸ σῶμά μου εἰς τὸν ἐνταφιασμόν.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:8 ἔσχεν WH NIV ] + αὕτη Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:8 τὸ σῶμά μου WH Treg NIV ] μου τὸ σῶμα RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software