Font Size
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:11-15
SBL Greek New Testament
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:11-15
SBL Greek New Testament
11 Πορευομένων δὲ αὐτῶν ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα. 12 καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις 13 λέγοντες· Εἴπατε ὅτι Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων· 14 καὶ ἐὰν ἀκουσθῇ τοῦτο [a]ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν [b]αὐτὸν καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν. 15 οἱ δὲ λαβόντες [c]τὰ ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. Καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον [d]ἡμέρας.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:14 ἐπὶ WH NIV RP ] ὑπὸ Treg
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:14 αὐτὸν Treg NIV RP ] – WH
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:15 τὰ Treg NIV RP ] – WH
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:15 ἡμέρας WH Treg NIV ] – RP
SBL Greek New Testament (SBLGNT)
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software