ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:17-20
SBL Greek New Testament
17 Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ [a]λέγοντες· Ποῦ θέλεις [b]ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα; 18 ὁ δὲ εἶπεν· Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ· Ὁ διδάσκαλος λέγει· Ὁ καιρός μου ἐγγύς ἐστιν· πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου. 19 καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα.
20 Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα [c]μαθητῶν
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:17 λέγοντες WH Treg NIV ] αὐτῷ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:17 ἑτοιμάσωμέν WH Treg NIV ] ἑτοιμάσομέν RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:20 μαθητῶν WH ] – Treg NIV RP
ΚΑΤΑ ΜΑΡΚΟΝ 14:12-17
SBL Greek New Testament
12 Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα; 13 καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· Ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ, 14 καὶ ὅπου [a]ἐὰν εἰσέλθῃ εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι Ὁ διδάσκαλος λέγει· Ποῦ ἐστιν τὸ κατάλυμά [b]μου ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; 15 καὶ αὐτὸς ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον ἕτοιμον· [c]καὶ ἐκεῖ ἑτοιμάσατε ἡμῖν. 16 καὶ ἐξῆλθον οἱ [d]μαθηταὶ καὶ ἦλθον εἰς τὴν πόλιν καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.
17 Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:14 ἐὰν WH NIV RP ] ἂν Treg
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:14 μου WH Treg NIV ] – RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:15 καὶ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:16 μαθηταὶ WH NIV ] + αὐτοῦ Treg RP
ΚΑΤΑ ΛΟΥΚΑΝ 22:7-14
SBL Greek New Testament
7 Ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων, [a]ᾗ ἔδει θύεσθαι τὸ πάσχα· 8 καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην εἰπών· Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν. 9 οἱ δὲ εἶπαν αὐτῷ· Ποῦ θέλεις [b]ἑτοιμάσωμεν; 10 ὁ δὲ εἶπεν αὐτοῖς· Ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν [c]εἰς ἣν εἰσπορεύεται. 11 καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας· Λέγει σοι ὁ διδάσκαλος· Ποῦ ἐστιν τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; 12 κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε. 13 ἀπελθόντες δὲ εὗρον καθὼς [d]εἰρήκει αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.
14 Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσεν καὶ [e]οἱ ἀπόστολοι σὺν αὐτῷ.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:7 ᾗ WH Treg NIV ] ἐν ᾗ RP NA
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:9 ἑτοιμάσωμεν WH Treg NIV ] ἑτοιμάσομεν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:10 εἰς ἣν WH Treg NIV ] οὗ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:13 εἰρήκει WH Treg NIV ] εἴρηκεν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:14 οἱ WH Treg NIV ] + δώδεκα RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software