ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:19-20
SBL Greek New Testament
19 ὅταν δὲ [a]παραδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί [b]λαλήσητε· 20 οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:19 παραδῶσιν WH Treg NIV ] παραδιδῶσιν RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:19 λαλήσητε WH Treg NIV ] λαλήσετε RP
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:11
SBL Greek New Testament
11 [a]καὶ ὅταν [b]ἄγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί [c]λαλήσητε, ἀλλ’ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τοῦτο λαλεῖτε, οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:11 καὶ ὅταν WH Treg NIV ] Ὅταν δὲ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:11 ἄγωσιν WH Treg NIV ] ἀγάγωσιν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:11 λαλήσητε WH Treg NIV ] + μηδὲ μελετᾶτε RP
ΚΑΤΑ ΛΟΥΚΑΝ 12:11-12
SBL Greek New Testament
11 ὅταν δὲ [a]εἰσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ [b]μεριμνήσητε πῶς [c]ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε· 12 τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 12:11 εἰσφέρωσιν WH Treg NIV ] προσφέρωσιν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 12:11 μεριμνήσητε WH Treg NIV ] μεριμνᾶτε RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 12:11 ἢ τί WH Treg RP NA ] – NIV
ΚΑΤΑ ΛΟΥΚΑΝ 21:14-15
SBL Greek New Testament
14 [a]θέτε οὖν [b]ἐν ταῖς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι, 15 ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται [c]ἀντιστῆναι ἢ ἀντειπεῖν [d]ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:14 θέτε WH Treg NIV ] Θέσθε RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:14 ἐν ταῖς καρδίαις WH Treg NIV ] εἰς τὰς καρδίας RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:15 ἀντιστῆναι ἢ ἀντειπεῖν WH Treg NIV ] ἀντειπεῖν οὐδὲ ἀντιστῆναι RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:15 ἅπαντες WH Treg NIV ] πάντες RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software