Add parallel Print Page Options

[a]Καταβάντος δὲ αὐτοῦ ἀπὸ τοῦ ὄρους ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί. καὶ ἰδοὺ λεπρὸς [b]προσελθὼν προσεκύνει αὐτῷ λέγων· Κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο [c]αὐτοῦ λέγων· Θέλω, καθαρίσθητι· καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα. καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅρα μηδενὶ εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκον τὸ δῶρον ὃ προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:1 Καταβάντος δὲ αὐτοῦ WH Treg NIV ] Καταβάντι δὲ αὐτῷ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:2 προσελθὼν WH Treg NIV ] ἐλθὼν RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:3 αὐτοῦ WH Treg NIV ] + ὁ Ἰησοῦς RP

40 Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν καὶ [a]γονυπετῶν λέγων αὐτῷ ὅτι Ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. 41 [b]καὶ [c]ὀργισθεὶς ἐκτείνας τὴν χεῖρα [d]αὐτοῦ ἥψατο καὶ λέγει αὐτῷ· Θέλω, καθαρίσθητι· 42 καὶ [e]εὐθὺς ἀπῆλθεν ἀπ’ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη. 43 καὶ ἐμβριμησάμενος αὐτῷ [f]εὐθὺς ἐξέβαλεν αὐτόν, 44 καὶ λέγει αὐτῷ· Ὅρα μηδενὶ μηδὲν εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς. 45 ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλὰ ἔξω [g]ἐπ’ ἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸν [h]πάντοθεν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:40 γονυπετῶν WH ] + καὶ NIV; αὐτὸν καὶ Treg RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:41 καὶ WH Treg NIV ] Ὁ δὲ Ἰησοῦς RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:41 ὀργισθεὶς Holmes WHmarg ] σπλαγχνισθεὶς WH Treg NIV RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:41 αὐτοῦ ἥψατο WH Treg NIV ] ἥψατο αὐτοῦ RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:42 εὐθὺς WH Treg NIV ] εἰπόντος αὐτοῦ εὐθέως RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:43 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:45 ἐπ᾽ WH Treg NIV ] ἐν RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:45 πάντοθεν WH Treg NIV ] πανταχόθεν RP

12 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας· [a]καὶ ἰδὼν τὸν Ἰησοῦν πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων· Κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. 13 καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ [b]εἰπών· Θέλω, καθαρίσθητι· καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ’ αὐτοῦ. 14 καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν, ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ, καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου καθὼς προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς. 15 διήρχετο δὲ μᾶλλον ὁ λόγος περὶ αὐτοῦ, καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν καὶ [c]θεραπεύεσθαι ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν· 16 αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:12 καὶ ἰδὼν Treg RP ] ἰδὼν δὲ WH NIV
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:13 εἰπών RP ] λέγων WH Treg NIV
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:15 θεραπεύεσθαι WH Treg NIV ] + ὑπ᾽ αὐτοῦ RP