ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:16-17
SBL Greek New Testament
16 Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς· καὶ ἐξέβαλεν τὰ πνεύματα λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν· 17 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος· Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεν καὶ τὰς νόσους ἐβάστασεν.
Read full chapter
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:16-17
1550 Stephanus New Testament
16 οψιας δε γενομενης προσηνεγκαν αυτω δαιμονιζομενους πολλους και εξεβαλεν τα πνευματα λογω και παντας τους κακως εχοντας εθεραπευσεν
17 οπως πληρωθη το ρηθεν δια ησαιου του προφητου λεγοντος αυτος τας ασθενειας ημων ελαβεν και τας νοσους εβαστασεν
Read full chapter
ΚΑΤΑ ΜΑΡΚΟΝ 1:32-34
SBL Greek New Testament
32 Ὀψίας δὲ γενομένης, ὅτε [a]ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους· 33 καὶ [b]ἦν ὅλη ἡ πόλις ἐπισυνηγμένη πρὸς τὴν θύραν. 34 καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλεν, καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν [c]αὐτόν.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 1:32 ἔδυ NIV RP ] ἔδυσεν WH Treg
- ΚΑΤΑ ΜΑΡΚΟΝ 1:33 ἦν ὅλη ἡ πόλις ἐπισυνηγμένη WH Treg NIV ] ἡ πόλις ὅλη ἐπισυνηγμένη ἦν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 1:34 αὐτόν Treg NIV RP ] + χριστὸν εἶναι WH
ΚΑΤΑ ΜΑΡΚΟΝ 1:32-34
1550 Stephanus New Testament
32 οψιας δε γενομενης οτε εδυ ο ηλιος εφερον προς αυτον παντας τους κακως εχοντας και τους δαιμονιζομενους
33 και η πολις ολη επισυνηγμενη ην προς την θυραν
34 και εθεραπευσεν πολλους κακως εχοντας ποικιλαις νοσοις και δαιμονια πολλα εξεβαλεν και ουκ ηφιεν λαλειν τα δαιμονια οτι ηδεισαν αυτον
Read full chapter
ΚΑΤΑ ΛΟΥΚΑΝ 4:40-41
SBL Greek New Testament
40 Δύνοντος δὲ τοῦ ἡλίου [a]ἅπαντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρὸς αὐτόν· ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας [b]ἐπιτιθεὶς ἐθεράπευεν αὐτούς. 41 ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν [c]κραυγάζοντα καὶ λέγοντα ὅτι Σὺ [d]εἶ ὁ υἱὸς τοῦ θεοῦ. καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν τὸν χριστὸν αὐτὸν εἶναι.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 4:40 ἅπαντες WH NIV ] πάντες Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 4:40 ἐπιτιθεὶς ἐθεράπευεν WH Treg NIV ] ἐπιθεὶς ἐθεράπευσεν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 4:41 κραυγάζοντα NIV ] κράζοντα WH Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 4:41 εἶ WH Treg NIV ] + ὁ χριστὸς RP
ΚΑΤΑ ΛΟΥΚΑΝ 4:40-41
1550 Stephanus New Testament
40 δυνοντος δε του ηλιου παντες οσοι ειχον ασθενουντας νοσοις ποικιλαις ηγαγον αυτους προς αυτον ο δε ενι εκαστω αυτων τας χειρας επιθεις εθεραπευσεν αυτους
41 εξηρχετο δε και δαιμονια απο πολλων κραζοντα και λεγοντα οτι συ ει ο χριστος ο υιος του θεου και επιτιμων ουκ εια αυτα λαλειν οτι ηδεισαν τον χριστον αυτον ειναι
Read full chapterScripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software