Add parallel Print Page Options

16 Ὅταν δὲ νηστεύητε, μὴ γίνεσθε [a]ὡς οἱ ὑποκριταὶ σκυθρωποί, ἀφανίζουσιν γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως φανῶσιν τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν λέγω [b]ὑμῖν, ἀπέχουσιν τὸν μισθὸν αὐτῶν. 17 σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι, 18 ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ [c]κρυφαίῳ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ [d]κρυφαίῳ ἀποδώσει σοι.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:16 ὡς WH Treg NIV ] ὥσπερ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:16 ὑμῖν WH Treg NIV ] + ὅτι RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:18 *κρυφαίῳ WH Treg NIV ] κρυπτῷ RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:18 *κρυφαίῳ WH Treg NIV ] κρυπτῷ RP

16 οταν δε νηστευητε μη γινεσθε ωσπερ οι υποκριται σκυθρωποι αφανιζουσιν γαρ τα προσωπα αυτων οπως φανωσιν τοις ανθρωποις νηστευοντες αμην λεγω υμιν οτι απεχουσιν τον μισθον αυτων

17 συ δε νηστευων αλειψαι σου την κεφαλην και το προσωπον σου νιψαι

18 οπως μη φανης τοις ανθρωποις νηστευων αλλα τω πατρι σου τω εν τω κρυπτω και ο πατηρ σου ο βλεπων εν τω κρυπτω αποδωσει σοι εν τω φανερω

Read full chapter

16 οταν δε νηστευητε μη γινεσθε ως οι υποκριται σκυθρωποι αφανιζουσιν γαρ τα προσωπα αυτων οπως φανωσιν τοις ανθρωποις νηστευοντες αμην λεγω υμιν απεχουσιν τον μισθον αυτων

17 συ δε νηστευων αλειψαι σου την κεφαλην και το προσωπον σου νιψαι

18 οπως μη φανης τοις ανθρωποις νηστευων αλλα τω πατρι σου τω εν τω κρυφαιω και ο πατηρ σου ο βλεπων εν τω κρυφαιω αποδωσει σοι

Read full chapter