Add parallel Print Page Options

18 Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν, ἦσαν γὰρ ἁλιεῖς· 19 καὶ λέγει αὐτοῖς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. 20 οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. 21 Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς. 22 οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.

Read full chapter

16 [a]Καὶ παράγων παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν Σίμωνα καὶ Ἀνδρέαν τὸν [b]ἀδελφὸν Σίμωνος [c]ἀμφιβάλλοντας ἐν τῇ θαλάσσῃ, ἦσαν γὰρ ἁλιεῖς· 17 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων. 18 καὶ [d]εὐθὺς ἀφέντες τὰ [e]δίκτυα ἠκολούθησαν αὐτῷ. 19 καὶ [f]προβὰς ὀλίγον εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα, 20 καὶ [g]εὐθὺς ἐκάλεσεν αὐτούς. καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:16 Καὶ παράγων WH Treg NIV ] Περιπατῶν δὲ RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:16 ἀδελφὸν WH Treg NIV ] + αὐτοῦ τοῦ RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:16 ἀμφιβάλλοντας WH Treg NIV ] βάλλοντας ἀμφίβληστρον RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:18 εὐθὺς WH NIV ] εὐθέως RP Treg
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:18 δίκτυα WH Treg NIV ] + αὐτῶν RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:19 προβὰς WH Treg NIV ] ἐκεῖθεν RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:20 εὐθὺς WH Treg NIV ] εὐθέως RP