Add parallel Print Page Options

[a]καὶ [b]ἰδοὺ Ἰησοῦς [c]ὑπήντησεν αὐταῖς λέγων· Χαίρετε· αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ. 10 τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· Μὴ φοβεῖσθε· ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:9 καὶ WH Treg NIV] Ὡς δὲ ἐπορεύοντο ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ καὶ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:9 ἰδοὺ WH NIV RP ] + ὁ Treg
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:9 ὑπήντησεν WH Treg NIV ] ἀπήντησεν RP

Long Ending

[[Ἀναστὰς δὲ πρωῒ πρώτῃ σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, [a]παρ’ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. 10 ἐκείνη πορευθεῖσα ἀπήγγειλεν τοῖς μετ’ αὐτοῦ γενομένοις πενθοῦσι καὶ κλαίουσιν· 11 κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ’ αὐτῆς ἠπίστησαν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 16:9 παρ᾽ [[WH]] Treg NIV ] ἀφ᾽ RP

10 ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία [a]ἡ Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς· [b]ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. 11 καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα [c]ταῦτα, καὶ ἠπίστουν αὐταῖς.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:10 WH Treg NIV ] –RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:10 ἔλεγον WH Treg NIV ] αἳ ἔλεγον RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:11 ταῦτα WH Treg NIV ] αὐτῶν RP

14 [a]ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστιν. 15 λέγει [b]αὐτῇ Ἰησοῦς· Γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστιν λέγει αὐτῷ· Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ. 16 λέγει [c]αὐτῇ Ἰησοῦς· [d]Μαριάμ. στραφεῖσα ἐκείνη λέγει αὐτῷ [e]Ἑβραϊστί· Ραββουνι (ὃ λέγεται Διδάσκαλε). 17 λέγει [f]αὐτῇ Ἰησοῦς· Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν [g]πατέρα· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς· Ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν. 18 ἔρχεται [h]Μαριὰμ ἡ Μαγδαληνὴ [i]ἀγγέλλουσα τοῖς μαθηταῖς ὅτι [j]Ἑώρακα τὸν κύριον καὶ ταῦτα εἶπεν αὐτῇ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:14 ταῦτα WH Treg NIV ] Καὶ ταῦτα RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:15 αὐτῇ WH Treg NIV ] + ὁ RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:16 αὐτῇ WH Treg NIV ] + ὁ RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:16 Μαριάμ WH Treg NIV ] Μαρία RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:16 Ἑβραϊστί WH Treg NIV ] – RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:17 αὐτῇ WH Treg NIV ] + ὁ RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:17 πατέρα WH Treg NIV ] + μου RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:18 Μαριὰμ WH Treg NIV ] Μαρία RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:18 ἀγγέλλουσα WH Treg NIV ] ἀπαγγέλλουσα RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:18 Ἑώρακα WH Treg NIV ] ἑώρακεν RP